Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΒ.
Strabo, Strabonis Geographiae Chrestomathia 4-6
Not analysed yet
Ὅτι ἡ Κομμαγηνή καὶ Κυρηστικὴ νοτιώτεραι |ιέν εἰσι τῆς Σαραυηνῆς, δυσμικώτερα δέ τῆς Ἀνθεμουσίας τε καὶ Χαλκίτιδος τῶν ἐν Μεσοποταμίᾳ, ἀνατολικώτεραι δὲ τῆς κατὰ Ἰσσὸν Κιλικίας, βορειότεραι δὲ Χαλκιδικῆς τε καὶ Παλμυρηνῆς, περὶ τὸν Ἄμανον τὸ ὄρος κείμεναι· ὅς ἐστιν ἀπόσπασμα τοῦ Κιλικίου Ταύρου καὶ περικλείων τὸν Ἰσσικὸν κόλπον καὶ κείμενος τῶ Ἀντιταύρῳ ὄρει παράλληλος καὶ ἔτι τῷ κατὰ τὸν Πόντον Σκορδίσκῳ ὄρει.