Ancient Greek · ~5 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΒ.
Strabo, Strabonis Geographiae Chrestomathia 5-6
Not analysed yet
Ὅτι ὁ Πύραμος ποταμὸς διὰ τῆς Καταονίας χώρας ῥεῖ, ἐκ μέσου τοῦ πεδίου τὰς πηγὰς ἔχων. Ἔστι δὲ βόθρος ἀξιόλογος, δι᾿ οὖ καθορᾶν ἐστὶ τὸ ὕδωρ ὑποφερόμενον κρυπτῶς μέχρι πολλοῦ διαστήματος ὑπὸ γῆς, εἶτ᾿ ἀνατέλλον εἰς τὴν ἐπιφάνειαν· τῶ δὲ καθιέντι ἀκόντιον ἄνωθεν εἰς τὸν βόθρον ἡ βία τοῦ ὕδατος ἀντιπράττει τοσοῦτον, ὥστε μολις βαπτίζεσθαι. Τῶ δέ πλάτει καὶ βάθει πολὺς ἐνεχθεὶς, ἐπειδὰν συνάψῃ τῶ Ταύρῳ, παράδοξον λαμβάνει τὴν συναγωγήν. Παράδοξος δὲ καὶ ἡ διακοπὴ τοῦ ὄρους ἐστὶ, δι᾿ ἧς ἄγεται τὸ ῥεῖθρον· καθάπερ γὰρ ἐν ταῖς ῥῆγμα λαβούσαις πέτραις καὶ σχισθείσαις δίχα τὰς κατὰ τὴν ἑτέραν ἐξοχὰς καὶ κοιλότητας τῆ ἑτέρᾳ ἐοικέναι, οῦτως εἴδομεν καὶ τὰς ὑπερκειμένας τοῦ ποταμοῦ πέτρας ἑκατέρωθεν σχεδόν τι μέχρι τῶν ἀκρωρειῶν ἀνατεινούσας ἐν διαστάσει διπλέθρῳ, ἀντικείμενα ἐχούσαι τὰ κοῖλα ταῖς ἐξοχαῖς. Τὸ δ᾿ ἔδαφος τὸ μεταξὺ πᾶν πέτρινον, βαθύ τι καὶ στενὸν τελέως ἔχον διὰ μέσου ῥῆγμα, ὥστε καὶ κύνα καὶ λαγὼ διάλλεσθαι. Ἕστι δὲ τὸ μῆκος περὶ α σταδίους ὀχετοῦ δίκην· τοσαύτην δὲ χοῦν ἐκ τῶν πεδίων κατάγει πρὸς τὴν θάλασσαν, ὥσπερ καὶ ὁ Νεῖλος, ὡς καὶ λόγιον εἶναι περὶ αὐτοῦ· «Ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος ἀργυροδίνης, Ἤιόνα προχέων, ἱερὴν ἐς Κύπρον ἵκηται. »