Ancient Greek · ~3 min
ΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΔΙΟΥ Ε΄.
Strabo, Strabonis Geographiae Chrestomathia 43-2
Not analysed yet
Ὅτι ὑπὲρ τὴν Νεάπολιν ὄρος ἐστὶν Οὐεσούϊον καλούμενον, ἀγροῖς περιοικούμενον παγκάλοις, πλὴν τῆς κορυφῆς· αὕτη δ᾿ ἑπίπεδος μέν πολὺ μέρος ἐστὶν, ἄκαρπος δʼ ὅλη. Ἐκ δὲ τῆς ὄψεως τεφρώδης ἐστὶ καὶ κοιλάδας φέρει σηραγγώδεις πετρῶν αἰθαλωδῶν κατὰ τὴν χρόαν, ὡς ἂν ἐκβεβρωμένων ὑπὸ πυρός· ὥστε τεκμήραιτο ἔν τις τὸ χωρίον τοῦτο καίεσθαι πρότερον καὶ ἔχειν κρατῆρας πυρὸς, σβεσθῆναι δʼ ἐπιλιπούσης τῆς ὕλης. Τάχα δὲ καὶ τῆς εὐκαρπίας τῆς κύκλῳ τοῦτο αἴτιον· ὥσπερ ἐν τῆ Κατάνῃ τὸ κατατεφρωθέν μέρος ἐκ τῆς σποδοῦ τῆς ἀνενεχθείσης ὑπὸ τοῦ Αἰτναίου πυρὸς εὐάμπελον τὴν γῆν ἐποίησεν. Ἔχει μέν γὰρ τὸ λιπαῖνον καὶ ἡ ἐκπυρουμένη βῶλος καὶ ἡ ἐκφέρουσα τοὺς καρπούς. Πλεονάζουσα δὲ τῷ λίπει πρὸς ἐκπύρωσιν ἐπιτηδεία, καθάπερ ἡ θειώδης πᾶσα· ἐξικμασθεῖσα δὲ καὶ σβεσθεῖσα καὶ ἐκτεφρωθεῖσα εἰς καρπογονίαν μεταβάλλει.