Ancient Greek · ~2 min
44 to 45
Strabo, Strabonis Geographiae Chrestomathia 44-2-45
Not analysed yet
Ὅτι πρὸ τῆς Πικεντίνης καὶ Καμπανίας τοῦ μένου τῷ τε Μισηνῷ καὶ τῷ Ἀθηναίῳ ἀκρωτηρίοις νησῖδές εἰσιν, αἵ τε Πιθηκοῦσσαι καὶ Καπρέαι καὶ Σειρηνοῦσσαι καὶ Προχύτη. Ὅτι κατὰ τὸν Πίνδαρον πᾶς ὁ χῶρος ὁ ἀπὸ τῆς Κύμης μέχρι Σικελίας διάπυρός ἐστι καὶ κατὰ βάθους ἔχει κοιλίας τινὰς εἰς ἓν συναπτούσας. Διόπερ τοιαύτη ἐστὶν ἥ τε Αἴτνη καὶ αἱ τῶν Λιπαραίων νῆσοι καὶ τὰ περὶ Δικαιαρχίαν καὶ Νεάπολιν καὶ Βαΐας χωρία καὶ αἱ Πιθηκοῦσσαι.