Ancient Greek · ~2 min
43 to 44
Strabo, Strabonis Geographiae Chrestomathia 43-4-44
Not analysed yet
Ὅτι Θρᾳκιστὶ καλεῖται ἡ πόλις βρία· διὸ Με σημβρία μὲν ἡ τοῦ Μέσιος βρία, Σηλυμβρία δὲ ἡ τοῦ Σήλυος βρία· ἡ δὲ Αἷνός ποτε Πολτυοβρία ἐκαλεῖτο, τοῦ Πόλτυος βρία. Ὅτι Μεγαρεῦσι, χρωμένοις ποτὲ περὶ ἀποικίας, ἔχρησεν ὁ θεὸς κτίζειν πόλιν ἀπέναντι τῶν τυφλῶν, τὸ Βυζάντιον· τοὺς γὰρ Χαλκηδονίους τυφλοὺς ἐκάλει, διότι πρὸ ιζ΄ ἐτῶν ἐλθόντες οὐκ ἐνενόησαν, ὁς τυφλοὶ δῆθεν, τὴν ἀμείνω χώραν ἐκλέξασθαι, τὸ Βυζάντιον, ἀλλ᾿ ἔκτισαν τὴν χείρω, τὴν Χαλκηδόνα.