Ancient Greek · ~4 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 42-3
Not analysed yet
Ὅτι ἀπὸ τοῦ νοτιωτάτου στόματος τοῦ Ἴστρου, ὅπερ Ἱερὸν καλεῖται, ἐπὶ νότον ἰόντι τὴν τοῦ Πόντου παραλίαν, Ἴστρος ἐστὶ πολίχνιον ἀπὸ φ΄ σταδίων, Μιλησίων κτίσμα· εἶτα ἕτερον πολίχνιον Τόμις ἀπὸ σν΄ σταδίων· εἶτα πόλις Κάλλατις ἀπὸ σπ΄ σταδίων, Ἡρακλεωτῶν κτίσμα. εἷτα πόλις Ἀπολλωνία ἀπὸ ,ατ΄ Καλλάτιδος σταδίων, κτίσμα Μιλησίων. Ἐν δὲ τῷ μεταξὺ Ἀπολλωνίας καὶ Καλλάτιδος Ὀδησσὸς ἐστιν· εἶτα τὰ τοῦ Αἵμου ὄρους ἀνατολικὰ πέρατα, ὰρξαμένου ἀπὸ τῶν Ἄλπεων· εἶτα Μεσημβρία, Μεγαρέων κτίσμα· εἶτα Ἀγχιάλη πόλις· εἶτα Ἀπολλωνία. Πάλιν δʼ ἀπὸ τῆς Ἀπολλωνίας ἐπὶ Κυανέας στάδιοί εἰσι ,αφ΄. Ἐν δὲ τῷ μεταξὺ ἥ τε Θυνιὰς καὶ Σαλμυδησσὸς, αἰγιαλὸς ἔρημος καὶ λιθώδης, ἀλίμενος, ἀναπεπταμένος πολὺς πρὸς τὸν βορρᾶν, σταδίων ὅσον ψ μέχρι Κυανέων τὸ μῆκος. Αἱ δὲ Κυάνεαι νησίδιά εἰσι δύο πρὸς τῷ στόματι τοῦ Πόντου, τὸ μὲν τῇ Εὐρώπῃ προσεχὲς, τὸ δὲ τῇ Ἀσίᾳ, διειργόμενα πορθμῷ ὅσον κ΄ σταδίων· τοσοῦτον δὲ διέχει καὶ τοῦ ἱεροῦ τοῦ Βυζαντίων καὶ τοῦ ἱεροῦ τοῦ Χαλκηδονίων, ὅπερ ἐστὶ τὸ στενότατον τοῦ Θρᾳκίου Βοσπόρου καὶ τὸ τοῦ Πόντου στόμα.