Ancient Greek · ~2 min
ΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΔΙΟΥ Ε΄.
Strabo, Strabonis Geographiae Chrestomathia 46
Not analysed yet
Ὅτι Τίμαιος ἱστορεῖ, ἀπὸ σεισμῶν λόφον τινὰ τῶν περὶ τὴν Νεάπολιν νήσων καταπεσόντα ἀναβαλεῖν πῦρ καὶ τὸ μεταξὺ αὐτοῦ καὶ τῆς θαλάσσης ἐξῶσαι (πάλιν) ἐπὶ τὸ πέλαγος· τὸ δʼ ἐκτεφρωθέν τῆς γῆς, μετεωρισμὸν λαβὸν, κατασκῆψαι πάλιν τυφωνοειδῶς εἰς τὴν νῆσον, καὶ τρεῖς τὴν θάλατταν σταδίους ἀναχωρήσασαν μετʼ οὐ πολὺ ὑποστρέψαι καὶ τῇ παλιρροία κατακλύσαι τὴν νῆσον καὶ γενέσθαι σβέσιν τοῦ ἐν αὐτῇ πυρός· ἀπὸ δὲ τοῦ ἤχου τοὺς ἐν τῇ ἠπείρῳ φυγεῖν ἐκ τῆς παραλίας εἰς τὴν Καμπανίαν.