Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΟΛΩΜ ΒΙΒΛΙΟΥ ΙΓ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 48-4
Not analysed yet
Ὅτι ἡ Ἄσσος πόλις ἐρυμνή ἐστι καὶ εὐτειχὴς, ἀπὸ θαλάσσης καὶ τοῦ λιμένος ὀρθίαν καὶ μακρὰν ἀνάβασιν ἔχουσα· ὥστ᾿ ἐπ᾿ αὐτῆς οἰκείως εἰρῆσθαι δοκεῖ τὸ τοῦ Στρατονίκου τοῦ κιθαριστοῦ· «Ἄσσον ἴθ᾿ ὧς κεν θᾶσσον ὀλέθρου πείραθ᾿ ἵκηαι. «Ἐντεῦθεν δ᾿ ἐστὶ Κλεάνθης ὁ Στωικὸς, ὁ Ζήνωνα μέν διαδεξάμενος, Χρυσίππῳ δὲ τὶ Σολεῖ καταλιπών. Ἐνταῦθα δὲ καὶ ὁ Ἀριστοτέλης διέτριψε διὰ τὴν πρὸς ἑρμείαν τὸν εὐνοῦχον τύραννον κηδείαν· ἦν δ᾿ Ἑρμείας τραπεζίτου τινὸς οἰκέτης, γενόμενος δ᾿ Ἀθήνησιν ἠκροάσατο Πλάτωνος καὶ Ἀριστοτέλους· ἐπανελθὼν δὲ τῷ δεσπότῃ συνετυράννησε, πρῶτον ἐπιθεμένῳ τοῖς περὶ Ἀταρνέα καὶ Ἄσσον χωρίοις ἔπειτα διεδέξατο ἐκεῖνον καὶ μετεπέμψατο τόν τε Ἀριστοτέλη καὶ Ξενοκράτη καὶ ἐπεμελήθη αὐτῶν τῷ δ᾿ Ἀριστοτέλει καὶ θυγατέρα ἀδελφοῦ συνῴκισε. Μέμνων δ᾿ ὁ Ῥόδιος, μηδίζων τότε σφόδρα καὶ στρατηγῶν, προσποιησάμενος φιλίαν, ξενίας τε ἄμμα καὶ πραγμάτων προσποιητῶν χάριν· συλλαβῶν ἀνέπεμψε πρὸς βασιλέα, κἀκεῖ κρεμασθεὶς ἐφθάρη.