Ancient Greek · ~7 min
49 to 62
Strabo, Strabonis Geographiae Chrestomathia 49-3-62
Not analysed yet
Ὅτι τὰ περὶ Ἄσσον καὶ Γάργαρον χωρία καὶ Σκῆψιν Λελέγων ἐστὶν, οἵτινες μεταξὺ ᾤκουν Κιλίκων τε καὶ Δαρδανίων, πόλιν ἔχοντες Πήδασον· φεύγοντες δὲ τὰς ἐξ Ἀχιλλέως ἐπιδρομὰς, εἰς Καρίαν ἦλθον καὶ ἔκτισαν πόλιν Πήδασον, ὁμώνυμον τῆ πατρίδι. Ὅτι μετὰ τοὺς Λέλεγας τὴν ἑξῆς παραλίαν Κίλικες εἶχον καθ᾿ Ὅμηρον, ἦ νῶν Ἀδραμύττιόν τέ ἐστι καὶ Ἀταρνεῖται καὶ Πιταναῖοι μέχρι τῶν ἐκβολῶν τοῦ Καΐκου· ὧν πόλεις δύο, Θήβν Ὑποπλάκιος καὶ Λυρνησσός. Ὅτι Θήβη καὶ Δυρνησσὸς, ἐν τῷ Θήβης οὖσαι πεδίῳ, ἀπέχουσι τῆς πόλεως Ἀδραμυττίου, ἡ μὲν σταδίους ξ΄, ἡ δὲ π΄. ἐν δὲ τῇ Ἀδραμυττηνῇ ἐστι καὶ ἡ Χρύσα καὶ ἡ Κίλλα· ἔστι δὲ ταῦτα περὶ Ἄντανὃρον. Ὅτι Κίλλος Πέλοπι ἦν ἡνίοχος, ἀφʼ οὗ Κίλλα τε τὸ πολίχνιον καὶ Κίλικες. Ὅτι φασὶν ἐν τῇ Αἰολικῇ Πιτένῃ τὰς πλίνθους ἐπιπολάζειν τῷ ὕδατι, καθάπερ καὶ ἐν τῇ Τυρρηνίᾳ· κουφοτέρα γὰρ ἡ γῆ τοῦ ἐπισόγκου ὕδατός ἐστιν. Ἐν Ἰβηρίᾳ δέ φησιν ἰδεῖν Ποσειδώνιος ἔκ τίνος γῆς ἀργιλώδους πλίνθους πηγνυμένας καὶ ἐπιπλεούσας. Ὅτι Κάϊκος ποταμὸς μετὰ τὴν Πιτάνην εἰς τὸν Ἐλαϊτικὸν ῥεῖ κόλπον, ἀντιπέρην Ἐλαίας πόλεως. Ὅτι ἡ Ἐλαία πόλις ἐπίνειόν ἐστι Περγάμου πόλεως, ἀπέχουσα Περγάμου στάδια ρκ΄. Ὅτι ἡ Κάνη ἄκρον ἐστὶν, ἀνταῖρον τῷ Λεκτῳ ἄκρῳ καὶ ποιοῦν τὸν Ἀδραμυττηνὸν κόλπον, οὗ μέρος καὶ ὁ Ἐλαϊτικός ἐστιν. Ὅτι ἡ Κάνη καὶ πληθυντικῶς Κάναι λέγεται, περὶ ἣν ἄκρα ἡ Αἴγα τὸ δὲ γα μακρὸν δεῖ νοεῖν, τὴν Αἴγαν λέγοντας. Ὅτι μεταξὺ Ἐλαίας καὶ Πιτάνης καὶ Ἀταρτέως καὶ Περγάμου Τευθρανία ἐστὶ πόλις, διέχουσα οὐδεμιᾶς αὐτῶν ὑπὲρ ο΄ σταδίους, ἐντὸς τοῦ Καΐκου. Ὅτι ἐν τοῖς περὶ Κάῖκον τόποις φαίνεται βεβασιλευκὼς Εὐρύπυλος ὁ Τηλεφίδης, ὃν ἀνεῖλε Πύρρος ὁ Ἀχιλλέως. Ὅτι ἐν τῇ Ἐλωΐτιδι ποτάμιόν ἐστι χειμαρρῶδες, Κήτειον καλούμενον· ὅθεν ἴσως εἴρηται· «Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων. Ὅτι τῆς Λέσβου νήσου ὁ περίπλους στάδιοι αρ΄. Ὅτι ἐπὶ Τιβερίου, τοῦ Ῥωμαίων αὐτοκράτορος, ἦν Στράβων.