Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΖ.
Strabo, Strabonis Geographiae Chrestomathia 48-5
Not analysed yet
Ὅτι ἐν τῷ Νείλῳ ποταμῷ ἰχθύων γένη καὶ ἄλλα, γνωριμώτατοι δὲ ὅ τε ὀξύρυγχος καὶ ὁ λεπιδωτὸς καὶ λάτος καὶ ἀλάβης καὶ κορακῖνος καὶ χοῖρος καὶ φαγρώριος, ὃν καὶ φάγρον καλοῦσιν, σίλουρος, κίθαρος, θρίσσα, κεστρεὺς, ὀστρακίων δὲ λύχνος, φῦσα, βοῦς, κοχλίαι μεγάλοι φωνὴν ὀλολυγόσιν ὁμοίαν φθεγγόμενοι. Τὰ δʼ ἐπιχώρια ζῷα ἰχνεύμων, ἀσπὶς, ἡ μὲν σπρθαμιαία, ἥπερ καὶ ὀξυθανατωτέρα, ἡ δὲ ὀργυιαία· ὄρνεα δὲ ἶβις, ἱέραξ ὁ Αἰγύπτιος (ἥμερος γὰρ παρὰ τοὺς ἄλλοθι, ὡς καὶ ἡ αἴλουρος), νυκτικόραξ ἰδιότροπος ἐνθάδε· παρʼ ἡμῖν μὲν γὰρ ἀετοῦ μέγεθος, ἐν Αἰγύπτῳ δὲ κολοιοῦ ἔχει.