Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΖ.
Strabo, Strabonis Geographiae Chrestomathia 49-4
Not analysed yet
Ὅτι ἡ ἶβις ἡμερώτατον ὄρνεόν ἐστι, πελαργώδης κατὰ τὸ σχῆμα καὶ τὸ μέγεθος, ὅλη μέλαινα. Μεστὴ δʼ αὐτῶν ἅπασα τρίοδος, χρησίμως μὲν, ὅτι πᾶν θηρίον ἐκλέγει καὶ τὰ καθάρματα πάντα, δυσχρήστως δὲ, ὅτι παμφάγον καὶ ἀκάθαρτον καὶ δυσκόλως ἀπειργόμενον ἀπὸ τῶν καθαρίων καὶ τῶν ἀλλοτρίων παντὸς μολυσμοῦ. Ἀπὸ δ τῆς θαλάσσης εἰς τὸν Νεῖλον ἀνέρχεται κεστρεὺς, θρίσσα, δελφίς· τὰ δʼ ἄλλα διὰ τὸν ἐκ τῶν κροκοδείλων φόβον οὐκ ἀνέρχεται, ἀλλʼ ὁ μὲν δελφὶς, ὡς κρείσσων τῶν κροκοδείλων, ὁ δὲ κεστρεὺς, ὅτι παραπέμπεται ὑπὸ τῶν χοίρων παρὰ γῆν κατά τινα οἰκείωσιν· τῶν δὲ χοίρων ἀπέχονται οἱ κροκόδειλοι· στρογγύλοι γάρ εἰσι καὶ ἔχουσιν ἀκάνθας ἐπὶ τῇ κεφαλῇ φερούσας κίνδυνον.