Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 49
Not analysed yet
Ὅτι ἀπὸ Ἀπολλωνίας, τῆς ἐν τῷ Ἀδρίᾳ Ταυλαντίων τῶν Μακεδονικῶν πόλεως, ἥ ἐστι πλησίον Δυρραχίου, ἄρχεται ἡ Ἐγνατία ὁδὸς, πρὸς ἕω βεβηματισμένη κατὰ μίλιον καὶ κατεστηλοθετημένη μέχρι Κυψέλων καὶ Ἕβρου ποταμοῦ· μιλίων δέ ἐστι φλέ· καὶ ἐὰν ᾖ τὸ μίλιον στάδια η΄, γίνεται αὕτη ἡ ὁδὸς σταδίων ,δσνπ΄. Ἐὰν δὲ, ὡς Πολύβιος βούλεται, ὑπερβάλλῃ τὸ μίλιον τοῦ ὀκτασταδίου δίπλεθρον, ὅ ἐστι τριτημόριον τοῦ σταδίου (τὸ γὰρ πλέθρον ἐκτημόριόν ἐστι τοῦ σταδίου), προσθετέον τοῖς ,δσπ΄ σταδίοις τὸ τρίτον τῶν φλε΄, τοῦτʼ ἔστιν ροη΄· καὶ γίνονται ,δυνη΄.