Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 50
Not analysed yet
Ὅτι, Πτολεμαῖος μὲν τὸ τῆς Μακεδονίας βόειον πέρας εἶναι λέγει τὴν γραμμὴν τὴν διὰ Βερτίσκου ὄρους καὶ Σκάρδου καὶ Ὀρβήλου ἐκβαλλομένην, πρὸς ἀνατολὰς μὲν ἕως μέσης τῆς Προποντίδος, πρὸς δυσμὰς δέ ἕως τῶν ἐκβολῶν Δρίλωνος ποταμοῦ τοῦ ἐκ τοῦ Βερτίσκου ὄρους ἀνίσχοντος, ἵνα τὰ βορειότερα τῶν ὀρέων τούτων καὶ τῆς γραμμῆς ταύτης ᾖ τὰ μὲν Ἰλλυρικὰ, τὰ δὲ Θρᾴκεια· ὁ δὲ Στράβων οὐχ οὕτως ἀλλὰ τὴν Ἐγνατίαν ὁδὸν μεθόριον τίθησιν Ἰλλυρίας καὶ τῆς Ἠπείρου, ἀπὸ Ἀπολλωνίας ἕως πόλεως Λυχνιδοῦ καὶ τόπου καλουμένου οὕτω Πυλῶνος· τὰ δὲ λοιπὰ τῆς ὁδοῦ ταύτης διά τε Ἡρακλείας καὶ Λυγκηστῶν καὶ Ἐόρδων εἰς Ἔδεσσαν καὶ Πέλλαν, ἕως Θεσσαλονικείας. Μίλια δέ εἰσι ταῦτα διακόσια ἑξήκοντα ἑπτά· τὰ δὲ λοιπὰ ἕως ποταμοῦ Ἕβρου τοσαῦτα.