Ancient Greek · ~2 min
49 to 50
Strabo, Strabonis Geographiae Chrestomathia 49-2-50
Not analysed yet
Ὅτι ὁ Τίγρις, ἀπὸ τοῦ Νιφάτου ὄρους ὁρμήθεὶς, ταχύτατός ἐστι καὶ ἄμικτος, ὡς καὶ τοὺς ἐγχωρίους καλεῖν Μηδιστὶ Τίγριν τὸ τόξευμα, διὰ τὸ τάχος. Ὅτι ἐν τῆ Ἀκιλισηνῇ τῆς Ἀρμενίας τιμᾶται ἡ Αναῖτις θεὰ, ἦ ἀνατιθέασι δούλους καὶ δούλας, παρθένους τε εὐγενεῖς ἀνιεροῦσιν, ἃς πολὺν χρόνον καταπορωευθείσας παρὰ τῇ θεῷ γῆμαι οὐδεὶς ἐπαξιοῖ. Ὃ καὶ ἐν Λυδίᾳ ἔθος γεγενῆσθαι, Ἡρόδοτος ἱστορεῖ.