Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΞΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΑ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 48-3
Not analysed yet
Ὅτι τῆς Ἀρμενίας ἡ Χορζηνὴ καὶ Καμβυσηνὴ προσβορώταταὶ εἰσι χῶραι καὶ νιφόβολοι μάλιστα, συνάπτουσαι τῷ Καυκάσῳ καὶ τῇ Ἰβηρίᾳ· ὅπου φασὶ κατὰ τὰς ὑπερβολὰς τῶν ὀρῶν πολλάκις καὶ συνοδίας ὅλας τῶν ὀρῶν ἐν τῆ χιόνι καταπίνεσθαι, νιφετῶν γενομένων ἐπὶ πλέον· ἔχειν δὲ βακτηρίας πρὸς τοὺς τοιούτους κινδύνους παρεξαίροντας εἰς τὴν ἐπιφάνειαν, ἀναπνοῆς τε χάριν καὶ τοῦ διαμηνύειν τοῖς ἐπιοῦσιν, ὥστε βοηθείας τυγχάνειν ἐν τῷ ἀνορύττεσθαι καὶ σώζεσθαι. Ἐν δὲ τῆ χιόνι βώλους πήγνυσθαί φασι κοίλας, περιεχούσας χρηστὸν ὕδωρ ὡς ἐν χιτῶνι (καὶ ζῷα δ᾿ ἐν αὐτῇ γενᾶσθαι), περισχισθέντων δὲ τῶν χιτώνων πίνεσθαι. Τὴν δὲ γένεσιν τῶν ζῴων τοιαύτην εἰκάζουσιν, οἵαν τὴν τῶν κωνώπων ἐκ τῆς ἐν τοῖς μετάλλοις φλογὸς καὶ τοῦ φεψάλου.