Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΕΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΔΙΟΥ Β΄.
Strabo, Strabonis Geographiae Chrestomathia 5
Not analysed yet
Ὅτι τοσοῦτον ψὕχος γίνεται περὶ τοὺς τόπους ἐκείνους, ὡς καὶ τὰς χαλκᾶς ὑδρίας ὑπὸ τοῦ χειμῶνος διαρρήγνυσθαι· ὡς καὶ τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐν τῷ Ἀσκληπιείῳ τῶν Παντικαπαιέων ἐπὶ τῇ ῥαγείσῃ ὑδρίᾳ· εἶ τις ἄρʼ ἀνθρώπων μὴ πείθεται, οἵα παρʼ ἡμῖν γίγνεται, εἰς τήνδε γνώτω ἰδὼν ὑδρίαν· ἢν, οὐχ ὡς ἀνάθημα θεοῦ καλὸν, ἀλλʼ ἐπίδειγμα χειμῶνος μεγάλου, θῆχʼ ἱερεὺς Στράτιος.