Ancient Greek · ~2 min
2 to 4
Strabo, Strabonis Geographiae Chrestomathia 2-2-4
Not analysed yet
Ὅτι ἡ Βαγαδανία χώρα τῆς Καππαδοκίας, πεδίον οὖσα ἐξαίσιον μεταξὺ Ἀργαίου ὄρους καὶ Ταύρου, διὰ τὸ εἶναι ὑψηλὴ οὐδὲ ξυλοφορεῖ. Τὰ δὲ περὶ Σινώπην καὶ Ἀμισὸν καὶ Φανάροιαν, καίτοι τρισχιλίους σταδίους ὄντα βορειότερα, καὶ ἐλαιόφυτα καὶ εὐχείμερά ἐστι, διὰ τὸ εἶναι ταπεινότερα, καὶ ὑπὸ τῆς θαλάσσης ἀλεαίνεσθαι. Κελτικὴν ἢ οὐ φύεται ἄμπελος ἢ οὐ τελεσφορεῖ ἢ ὀλιγοκαρπεῖ· τοῦ δὲ χειμῶνος κατορύττεται. Ὅτι τοσοῦτον περὶ τὴν Μαιῶτίν ἐστιν ὑπερβολὴ τοῦ κρυμοῦ, ὥστε ἐν ᾧ χορίῳ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ ἐνίκησαν τοὺς βαρβάρους ἱππομαχοῦντες ἐκὶ τοῦ κρυστάλλου, ἐν τῷ αὐτῷ ναυμαχοῦντες ἐνίκησαν τοὺς αὐτούς.