Ancient Greek · ~4 min
50 to 55
Strabo, Strabonis Geographiae Chrestomathia 50-2-55
Not analysed yet
Ὅτι ἐν τῇ εὐδαίμονι Ἀραβίᾳ νόμος ἐστὶν, ἵνα μὴ ὁ παῖς παρὰ τοῦ πατρὸς τὴν βασιλείαν διαδέχηται, ἀλλʼ ὅς ἂν πρῶτος γεννηθῇ τινι τῶν ἐπιφανῶν παῖς μετὰ τὴν κατάστασιν τοῦ βασιλέως, οὗτος ὁ παῖς ἀναλαμβάνεται καὶ τρέφεται βασιλικῶς, ὡς διαδεξόμενος τὴν βασιλείαν. Ὅτι ἡ Ἐρυθρὰ θάλασσα οὐκ ἔστι βαθεῖα, ἀλλὰ καὶ ἕως μόνων δύο ὀργυιῶν ἔρχεται τὸ βάθος· διὸ ποάζει πλειστάκις διὰ τὰ φυτὰ ἐξέχοντα τῆς ἰπιφανείας, καὶ τὰ δένδρα φαίνεται ἔξω τῆς ἐπιφανείας τῆς θαλάσσης· καὶ κυνῶν πλῆθος θαλαττίων ἔχει. Ὅτι ὁ Ἀσταβόρας ποταμὸς μέρει μὲν τῷ πλείστῳ μίσγεται τῷ Νείλῳ, τῷ δὲ ὀλίγῳ ἐκδίδωσιν εἰς τὸν Ἀράβιον κόλπον. Ὅτι ἡ παραλία τῆς Ἀραβίας τῶν Τρωγοδυτῶν ἡ πολλὴ ἐλαιῶνας καὶ δαφνῶνας καὶ φοινικῶνας φέρει. Ὅτι οἱ ἐν Ἀραβίᾳ ἐλέφαντες, ὅταν διὰ τὰ καύματα ἐκλίσωσιν οἱ ποταμοὶ, φρεωρυχοῦσι καὶ τοῖς ὀδοῦσι καὶ ταῖς προβοσκίσιν. Ὅτι Τρωγοδύται ἄνευ τοῦ λ λέγει ὁ Στράβων.