Ancient Greek · ~5 min
50 to 59
Strabo, Strabonis Geographiae Chrestomathia 50-3-59
Not analysed yet
Ὅτι κατὰ Στράβωνα τὸ τῆς Λιβύης σχῆμα τρίγωνόν ἐστιν ὀρθογώνιον· οὗ ἡ μὲν μία τῶν περὶ τὴν ὀρθὴν ὁ Νεῖλος ποταμός ἐστιν, ἡ δʼ ἑτέρα ἡ καθʼ ἡμᾶς παραλία ἀπὸ Πηλουσίου μέχρι Γαδείρων, ἡ δʼ ὑποτείνουσα τὴν ὀρθὴν ἡ ἀπὸ Γαδείρων παρωκεανῖτις ἄχρι τῶν τοῦ Νείλου πηγῶν. Ταῦτα δὲ Πτολεμαῖος ἤλεγξε ψευδῆ ὄντα. Ὅτι τὸ ἐν Μαυρητανίᾳ ὄρος, τὸν Ἄτλαντα ἑλληνιστὶ καλούμενον, οἱ βάρβαροι Δύριν καλοῦσιν. Ὅτι τὸ βορειότατον καὶ δυσμικώτατον ἄκρον τῆς Λιβύης Κώτεις καλεῖται· ἀντίκειται δὲ τοῖς Γαδείροις. Ὅτι ἡ Μαυρητανία ἑκατέρα εὐφορωτάτη ἐστὶ καὶ σὺν εὐδαιμονίᾳ οἰκεῖται· καὶ οἱ ποταμοὶ αὐτῆς κροκοδείλους φέρουσιν. Ἔν τινι δὲ ποταμῷ γεννῶνται βδέλλαι ἑπταπήχεις, κατατετρημένα ἔχουσαι τὰ βρόγχια, διʼ ὧν ἀναπνέουσι, καὶ ἄμπελοι φύονται ἐκεῖσε, δυσὶν ἀνδρέσι τὸ πάχος δυσπερίληπτοι, βότρυς πηχυαίους πως ἀποδιδοῦσαι. Ὅτι ἐν Λιβύῃ καὶ Ἰνδίᾳ γίνεται κάλαμος, ὥστε τὸ ἓν γόνυ χωρεῖ μηδίμνους η΄, καὶ ἄλλαι βοτάναι. Ὅτι οἱ Μαυρούσιοι ἐπαμελοῦνται μάλιστα κόσμου τρυχῶν καὶ ὀνυχισμῶν καὶ πωγώνων καὶ τῶν οιούτων. Ὅτι οἱ Λίβυες δέρμασιν ὄφεων καὶ ἰχθύων ἀμπεχόναις καὶ στρώμασι χρῶνται. Ὅτι ἐν Λιβύῃ, ὥσπερ ἐν Αἰθιοπίᾳ, τοῦ θέρους ὕει πολλὰ, τοῦ δὲ χειμῶνος ξηρασία ἐστίν. Ὅτι οἱ ἐν Λιβύῃ Λωτοφάγοι οὐ δέονται ποτοῦ ἀρκεῖ γὰρ αὐτοῖς. λωτὸς καὶ πρὸς πόσιν καὶ πρὸς βρῶσιν. Ὅτι ἐν τοῖς τῆς Λιβύης μεσογαίοις εὑρίσκεται ὀστράκια καὶ χηραμύδες καὶ τοιαῦτα, ὡς καὶ ἐν Ἄμμωνος.