Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ ΙΒ.
Strabo, Strabonis Geographiae Chrestomathia 53
Not analysed yet
Ὅτι μετὰ τὴν Γαλατίαν πρὸς νότον ἡ λίμνη ἐστὶν ἡ Τάττα, παρακειμένη τῇ μεγάλῃ Καππαδοκίᾳ, μέρος οὖσα τῆς μεγάλης Φρυγίας καὶ ἡ συνεχής ταύτῃ μέχρι τοῦ Ταύρου ὄρους. Ἡ δὲ Τάττα λίμνη ἁλοπήγιόν ἐστιν αὐτοφυές. Οὕτως δὲ περιπήττεται ῥᾳδίως τὸ ὕδωρ παντὶ τῷ βαπτισθέντι εἰς αὐτὸ, ὡς στεφάνους ἀλῶν ἀνέλκουσιν, ἐπειδὰν καθῶσι κύκλον σχοίνινον· τά τε ὄρνεα ἁλίσκεται τὰ προσαψάμενα τῷ πτερώματι τοῦ ὕδατος, παραχρῆμα πίπτοντα διὰ τὴν περίπηξιν τῶν ἁλῶν.