Ancient Greek · ~6 min
54 to 64
Strabo, Strabonis Geographiae Chrestomathia 54-64
Not analysed yet
Ὅτι τὰ Ἴσαυρα πόλις ἐστὶν, ἀφʼ ἧς καὶ ἡ χώρα Ἰσαυρία καὶ τὸ ἐθνικὸν Ἰσαυρεύς. Ὅτι τὰ περὶ Σίπυλον χωρία Φρυγία ἐκαλεῖτο τὸ πρίν· καὶ τὸν Τάνταλον καὶ Πέλοπά φασι Φρύγας εἶναι κοί τὴν Νιόβην. Ἡ γὰρ Περγαμηνὴ καὶ Ἐλαῦτις, καθʼ ἣν ὁ Κάϊκος ποταμὸς ῥεῖ, καὶ ἡ μεταξὺ τούτων Τευθρανία, ἐν ᾗ ὁ Τήλεφος ᾤκει ποτὲ, ἀνὰ μέσον ἐστὶ τοῦ τι Ἑλλησπόντου καὶ τῆς περὶ Σίπυλον καὶ Μαγνησίαν τὴν ὑπʼ αὐτῷ χώραν. Ὅτι τοὺς Μυσοὺς οἱ μὲν ἀποίκους φασὶν εἶναι τῶν Σκυθικῶν Μυσῶν· οἱ δὲ, ὅτι κατὰ τὴν τῶν Λυδῶν γλῶσσαν ἡ ὀξύα τὸ δένδρον μυσὸς καλεῖται· γίνεσθαι οὖν περὶ τὸν Μύσιον Ὄλυμπόν φασι πολλὴν τὴν ὀξύαν· καὶ διὰ τοῦτο Μυσοὶ καλοῦνται. Ὅτι Μίλητος ἡ ἐν Καρίᾳ ἄποικός ἐστι τῆς ἐν Κρήτῃ Μιλήτου. Ὅτι ὁ Πανδίονος Λύκος, κτίσας Σολύμους, ὠνόμασε Λυκίαν τὴν χώραν. Ὅτι Βιθυνοὶ ἀρκτικοὶ κεῖνται παρὰ τὸν Ὅλυμπον καὶ Μυγδόνες καὶ Δολίονες· τὸ δὲ λοιπὸν ἔχουσι Μυσοὶ καὶ Ἐπίκτητοι. Δολίονες δέ εἰσιν οἱ περὶ Κύζικον ἀπὸ Αἰσήπου ποταμοῦ ἕως Ῥυνδάκου ποταμοῦ καὶ τῆς Δασκυλίτιδος λίμνης· Μυγδόνες δὲ οἱ ἐφεξῆς τούτοις μέχρι τῆς Μυρλεανῶν χώρας τῆς Ἀπαμέων. μέων. Ὅτι τῆς Δασκυλίτιδος λίμνης ὑπέρκεινται δύο ἄλλαι λίμναι, ἢ τε Ἀπολλωνιᾶτις κοὶ ἡ Μιλητοπολῖτις. Ὄτι ὁ ἐν Κυζίκῳ ναὸς Δινδυμήνης, μητρὸς θεῶν, Ἀργοναυτῶν ἐστιν ἵδρυμα. Ὅτι τὸ παλαιὸν εὐνομώταται πόλεις ἦσαν καὶ δυναταὶ Κύζικος, Ῥόδος, Μασσαλία, Καρχηδὼν, Ῥώμη, Σπάρτη. Ὅτι τῆς Ἐπικτήτου Φρυγίας Ἀζανοί τέ εἰσι καὶ Νακόλεια καὶ Κοτιάειον καὶ Μιδάειον καὶ Δορυλάειον πόλεις καὶ Κάδοι. Ὅτι ἡ Μυσία κατὰ τὴν μεσόγαιαν ἀπὸ τῆς Ὀλυμπηνῆς ἐπὶ τὴν Περγαμηνὴν καθήκει καὶ τὸ Καΐκου λεγόμενον πεδίον.