Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 57
Not analysed yet
Ὅτι τοῦ Ἀμπρακικοῦ κόλπου τὸ μὲν στόμα σταδίων ἐστὶ δ΄, ὁ δὲ περίπλους τ΄ σταδίων ἐστίν. Περιοικοῦσι δʼ αὐτὸν Ἀμφίλοχοι μὲν πρὸς βορρᾶν, Ἀκαρνᾶνες δὲ πρὸς ἀνατολὰς, Κασσωπαῖοι δὲ καὶ Νικόπολις, Αὐγούστου κτίσμα, πρὸς δυσμάς. Ἐν δὲ τῷ μυχῷ τοῦ κόλπου Ἀμπρακία ἐστὶ πόλις, ἐξ ἧς ὁ κόλπος ὠνόμασται, ὀλίγον ἀπὸ θαλάσσης· ἣν Πύρρος ὁ Ἠπειρώτης ἐπίσημον ἐποίησε, βασιλείῳ ταύτῃ χρησάμενος· κτίσμα δʼ ἰστὶ Γόργου τοῦ Κυψέλου παιδὸς ἡ Ἀμπρακία πόλις.