Ancient Greek · ~5 min
51 to 56
Strabo, Strabonis Geographiae Chrestomathia 51-56
Not analysed yet
Ὅτι ἀπὸ Ἀπολλωνίας πόλεως ἡ Ἐγνατία ὁδὸς διορίζει πρὸς νότον τὴν Ἤπειρον, περιεχομένην ὑπὸ τοῦ Ἀδριατικοῦ πελάγους ἕως τοῦ κόλπου τοῦ Ἀμπρακικοῦ. Ἀπὸ δὲ τοῦ Ἀμπρακικοῦ κόλπου πρὸς ἕω ἕως Αἰγαίου Ἑλλάς ἐστι, πρὸς νότον ἔχουσα τὴν Πελοπόννησον. Ὅτι ὁ Στρυμὼν ποταμὸς διορίζει Μακεδονίαν καὶ Θρᾴκην· ἡ δὲ Θρᾴκη, κλυζομένη Αἰγαίῳ τε πελάγει καὶ τῷ, Μέλανι κόλπῳ καὶ Ἑλλησπόντῳ καὶ Προποντίδι καὶ Βοσπόρῳ καὶ Εὐξείνῳ πόντῳ, εἰς τὸν Αἶμον τὸ ὄρος περατοῦται· ἡ δὲ βόρειος τῆς Θρᾴκης πλευρὰ ὁ Αἶμός ἐστι καὶ ἡ Ῥοδόπη καὶ ὁ Ὄρβηλος τὰ ὄρη· ἡ δὲ δυσμικὴ πλευρὰ ὁ Στρυμὼν ποταμός ἐστιν. Ὅτι τὸ Μυρτίῷον πέλαγος περιέχεται ἀπὸ Σουνίου ἕως Κορίνθου καὶ τοῦ Σαρωνικοῦ κόλπου, εἶτα τῇ ἀνατολικῇ τῆς Πελοποννήσου πλευρᾷ ἕως Μαλείας καὶ Κυθήρων καὶ Κρήτης τῶν βορείων μερῶν. ἐν ᾧ πελάγει καὶ αἱ Κυκλάδες εἰσίν. Ὅτι ἡ Δωδώτη ἐν τῇ τῶν Μολοττῶν χώρᾳ ἐστὶ τῶν ἐν Ἠπείρῳ. Ὅτι ἀπὸ τῶν Κεραυνίων ὀρέων καὶ Χαόνων ὁ ἐπὶ τήν ἕω παράπλους σταδίων ἐστὶ ατ΄,ἕως τοῦ στόματος τοῦ Ἀμπρακικοῦ κόλπου, ἔνθα καὶ ἡ Ἤπειρος περατοῦται. Ὅτι ἀπὸ Κασσιόπης λιμένος, τῆς ἐν Κερκύρᾳ, ἕως Βρεντεσίου στάδικ ,αψ΄.