Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 59
Not analysed yet
Ὅτι μετὰ τὴν τῶν Ἐπιγόνων εἰς Θήβας στρατείαν Ἀλκμαίων, παρακληθεὶς ὑπὸ Διομήδους, συνῆλθεν εἰς Αἰτωλίαν αὐτῷ· καὶ συγκατεκτήσαντο ταύτην τε τὴν Ἀμφιλοχίαν καὶ τὴν Αἰτωλίαν καὶ τὴν Ἀκαρνανίαν. Καλοῦντος δʼ αὐτοὺς ἐπὶ τὸν Τρωικὸν πόλεμον Ἀγαμέμνονος, ὁ μὲν Διομήδης ἐπορεύθη, ὁ δὲ Ἀλκμαίων, μείνας ἐν τῇ Ἀκαρνανίᾳ, τὸ Ἄργος ἔκτισε, καλέσας Ἀμφιλοχικὸν, ἐπώνυμον τοῦ ἀδελφοῦ· Ἴναχον δὲ, τὸν διὰ τῆς χώρας ῤέοντα ποταμὸν εἰς τὸν κόλπον, ἀπὸ τοῦ κατὰ τὴν Ἀργείαν προσηγόρευσεν.