Ancient Greek · ~5 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 60
Not analysed yet
Ὅτι πλησίον τῆς τε Μακεδονίας καὶ τῆς Θετταλίας περὶ τὸ Ποῖον ὄρος καὶ τὴν Πίνδον Αἴθικές τε καὶ αἱ τοῦ Πηνειοῦ πηγαί. Τὸ δὲ ἐν Δωδώνη μαντεῖον ἐν τῇ Θεσπρωτίᾳ ἐστί· καὶ οἱ ποιηταὶ Θεσπρωτίδα τὴν Δωδώνην ἔφασαν. Κεῖται δὲ ὑπὸ τῷ Τόμάρῳ ὄρει· καὶ ἀπὸ τοῦ Τομάρου ὄρους καὶ οἱ τοῦ Διὸς ὑποφῆται ἀνιπτόποδες Τόμουροι ἐκαλοῦντο, ἐν συγκοπῇ ἀπὸ τοῦ Τομάρουροι, ὡς ἂν τοῦ Τομάρου φύλακες. Καὶ τὸ ἐν τῇ Ὀδυσσείᾳ ὑπὸ Ἀμφινόμου λεγόμενον, «εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο θέμιστες, »«εἰ μέν κʼ αἰνήσωσι Διὸς μεγάλοιο Τόμμουροι. »Οὐδαμοῦ γὰρ τὰ μαντεῖα θέμιστας καλεῖ Ὅμηρος, ἀλλʼ ἐπὶ τῶν πολιτικῶν καὶ νομίμων ἐθῶν εἴωθε καλεῖν τὸ θέμιστας. Πρότερον δὴ ὑπὸ ἀνδρῶν προφητῶν ἐκρατεῖτο, ὕστερον δὲ ὁπὸ τριῶν γυναικῶν γραιῶν. Ἦν δέ πρότερον περὶ Σκότουσσαν, πόλιν τῆς Πελασγιώτιδος, τὸ χρηστήριον· ἐμπρησθέντος δʼ Ἀπόλλωνος ὑπό τινων τοῦ δένδρου, μετηνέχθη κατὰ χρησμὸν Ἀπόλλωνος τοῦ ἐν Δωδώνῃ. Ἐχρησμῴδει δʼ οὐ διὰ λόγων, ἀλλὰ διά τινων συμβόλων, ὡσπερ τὸ ἐν Λιβύῃ Ἀμμωνιακόν· ἴσως δέ τινα πτῆσιν αἱ τρεῖς περιστεραὶ ἐπέτοντο ἐξαίρετον, ἐξ ὧν αἱ ἱέρειαι παρατηρούμεναι προεθέσπιζον. Φασὶ δὲ καὶ κατὰ τὴν τῶν Μολοττῖῶν καὶ Θεσπρωτῶν γλῶτταν τὰς γραίας πελίας καλεῖσθαι καὶ τοὺς γέροντας πελίους· καὶ ἴσως οὐκ ὄρνεα ἦσαν αἱ θρυλούμεναι πελειάδες, ἀλλὰ γυναῖκες γραῖαι τρεῖς περὶ τὸ ἱερὸν σχολάζουσαι.