Ancient Greek · ~1 min
6 to 8
Strabo, Strabonis Geographiae Chrestomathia 6-5-8
Not analysed yet
Ὅτι ἡ Κολχὶς μεταξὺ τῶν τε Μοσχικῶν καὶ Καυκασίων ὀρέων κεῖται. Ὅτι ἀπὸ Βοσπόρου τοῦ Κιμμερίου ἕως νήσου Ἀλωπεκίας στάδια βσ΄. ἐν ἀνατολικῇ πλευρᾷ τῆς Μαιώτιδός ἔστι ποταμὸς, ὁ μέγας Ῥομβίτης, εἶτα Θεοφάνιος, εἶτα μικρὸς Ῥομβίτης, εἶτα Ἀττικίτης, εἶτα Μάτης, εἶτα Οὐαρδάνης. Πάντες οὗτοι ποταμοὶ ἐκ τε τῶν Ἱππικῶν ὀρέων ἔρχονται καὶ ἐκ τῶν Καυκασίων.