Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΞΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΑ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 5-5
Not analysed yet
Ὅτι τὴν Ἀσίαν πᾶσαν διαιρεῖ ὁ Στράβων εἰς μέρη ε΄. Πρῶτον μὲν τὴν ἀπὸ Ἰβηρίας τοῦ ἰσθμοῦ ἀρχομένην χερρόνησον ἐπὶ τὸν βορρᾶν· δεύτερον δὲ τὴν ἀπὸ τῆς χερρονήσου ταύτης πρὸς ἀνατολὰς γῆν ἀφοριζομένην ὑπὸ τοῦ Ταύρου, ἥτις ἐστὶν ἡ βορεία Ἀσία ἕως Ἰνδῶν· τρίτον δὲ τὴν μεταξὺ Ταύρου ὄρους καὶ Κασπίας θαλάσσης· τοῦτʼ ἔστι Μηδία καὶ Ἀρμενία καὶ ἕως Ἄλυος ποταμοῦ· τέταρτον δὲ τὴν ἐντὸς Ἄλυος γῆν καὶ αὐτὸν τὸν Ταῦρον ἕως τῆς Κιλικίας θαλάσσης καὶ μέχρι Ἰωνίας καὶ Χαλκηδόνος· πέμπτον δέ τήν τε Ἰνδικὴν καὶ Ἀριανήν καὶ ἐφεξῆς πρὸς δυσμὰς ἕως Κιλικίας τε καὶ τοῦ Νείλου καὶ τοῦ Ἀραβίου κόλπου.