Ancient Greek
6 to 15
Strabo, Strabonis Geographiae Chrestomathia 6-6-15
Not analysed yet
Ὅτι τὸ ἐν Καππαδοκία ὄρος, τὸ Ἀργαῖον, ὑψηλότατόν ἐστι πάντων τῶν ἐκείνῃ ὀρῶν, ὡς μηδέποτε λείπεσθαι χιόνος τὰ ἄκρα αὐτοῦ· οἱ δὲ ἀναβάντες εἰς αὐτὰ ὁρῶσι τὰ δύο πελάγη, τό τε Ποντικὸν καὶ τὸ Ἰσσικόν. τἀπάσης σχεδὸν Καππαδοκίας οὔσης ὀλιγοξύλου, μόνος ὁ Ἀργαῖος τὸ ὄρος ἐστὶ πολύξυλον· ὅμως δ᾿ ἔχει κατὰ γῆς συχνὰ πυρὰ, ἃ τῆ νυκτὶ διαφαίνεται, καὶ πάλιν ἐγγύθεν ψυχρὰ ὕδατα ἀφανῆ ὑπόγεια. Οἱ γοῦν ἔμπειροι τοῦ τόπου φυλαττόμενοι ξυλεύονται· οἱ δ᾿ ἄπειροι καὶ τὰ κτήνη κινδυνεύουσι πολλάκις εἰς λάκκους πυρὸς ἐμπίπτοντες. Ὅτι τὰ Μάζακα τῆς Καππαδοκίας ἀπέχει τῆς μὲν Ποντικῆς θαλάσσης σταδίους ω΄, τοῦ δέ Εὐφράτου αφ΄, τῶν δὲ Κιλικίων πυλῶν ὁδὸν ἡμερῶν Ϛ΄, τῶν δὲ Κυβίστρων τ΄· νῦν δέ καλεῖται Καισάρεια. Ὅτι τὸ τῆς Καππαδοκίας μέγεθος, τὸ μέν πλάτος ἀπὸ τοῦ Πόντου πρὸς τὸν Ταῦρον στάδιοι αω΄, μῆκος δὲ ἀπὸ τῆς Λυκαονίας καὶ Φρυγίας μἔχρι Εὐφράτο πρὸς τὴν ἔω καὶ τὴν Ἀρμενίαν γ. Ὅτι ἐν Καππαδοκίᾳ γίνεται ἀρίστη μίλτος, ἡ Σινωπικὴ καλουμένη διὰ τὸ κατάγειν τοὺς ἐμπόρους ταύτην εἰς Σινώπην· ἐνάμιλλος δʼ ἐστὶν αὐτῇ καὶ ἡ Ἰβηρική. Ἔχει δὲ καὶ μέταλλα, πλάκας τε ὀνυχίτου λίθου καὶ κρυστάλλου πλησίον Γαλατῶν. Ὅτι ὁ Ἅλυς ποταμὸς ὁρίζει Παφλαγόνας καὶ Καππάδοκας. Ὅτι Μιθριδάτης ὁ Εὐπάτωρ ἦρξε τοῦ Πόντου ἕως Ἡροκλείας· τὰ δὲ δυσμικώτερα ὑπὸ τῷ τῶν Βιθυνῶν βασιλεῖ ἐτέλουν. Ὅτι ὁ Ἅλυς ποταμὸς διορίζει Καππαδοκίαν τὴν τῶν Λευκοσύρων καὶ Παφλαγονίαν. Ὅτι Λευκόσυροι καλοῦνται οἱ παράλιοι ἐν τῷ Πόντῳ Καππαδόκαι, οἱ ἐντὸς τοῦ Ταύρου, διὰ τὸ χρῶμα· συμβαίνει γὰρ τοὺς νοτιωτέρους καὶ ἀνατολικωτέρους τοῦ Ταύρου μέλανας εἶναι, τούτους δὲ λευκούς. Ὅτι διορίζει Παφλαγονίαν ὁ μὲν Πόντος ἐκ βορρᾶ, ὁ δὲ Ἅλυς ἐξ ἀνατολῶν, ἡ δὲ Φρυγία καὶ Γαλατία πρὸς νότον, ἡ δὲ Βιθυνία πρὸς δυσμάς· οἱ δὲ Λευκόσυροι ἀνατολικώτεροί εἰσι τοῦ Ἅλυος ποταμοῦ, παραθαλάσσιοι δέ.