Ancient Greek
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ΙΖ.
Strabo, Strabonis Geographiae Chrestomathia 62-2
Not analysed yet
Ὅτι Καρχηδόνιοι μεγίστην εἶχον δύναμιν· ὅτε γὰρ ἤρξαντο πολεμεῖν Ῥωμαίοις, πόλεις μὲν εἶχον τ΄ ἐν Λιβύῃ, ἀνθρώπων δʼ ἐν τῇ πόλει μυριάδας ο΄· πολιορκούμενοι δὲ καὶ ἀναγκασθέντες τραπέσθαι πρὸς ἔνδοσιν, πανοπλιῶν μὲν ἔδοσαν μυριάδας κ΄, καταπελτικὰ δὲ ὄργανα γ, ὡς οὐ πολεμηθησόμενοι. Κριθέντος δὲ πάλιν τοῦ ἀναπολεμεῖν, ἐξαίφνης ὁπλοποιίαν συνεστήσαντο, καὶ ἑκάστης ἡμέρας ἀνεφέροντο θυρεοὶ μὲν ρμ πεπηγότες, μάχαιραι δὲ τ΄ καὶ λόγχαι φ΄, βέλη δὲ α καταπελτικά· τρίχα δὲ τοῖς καταπέλταις αἱ θεράπαιναι παρεῖχον.