Ancient Greek · ~2 min
63 to 67
Strabo, Strabonis Geographiae Chrestomathia 63-3-67
Not analysed yet
Ὅτι πρὸ τῆς μικρᾶς Σύρτεως νῆσός ἐστι Μῆνιγξ, ἣν καί φασιν εἶναι τὴν παρʼ Ὁμήρῳ τῶν Λωτοφάγων χώραν· ἔχει γὰρ πολὺ τὸ φυτὸν ἐκείνη. Ὅτι ἡ πρὶν Βάρκη νῦν Πτολεμαῒς πόλις καλεῖται. Ὅτι τὸν Κυρηναϊκὸν ὀπὸν τὸ σίλφιον ἐκφέρει. Ὅτι Κυρηναῖοι σοφοὶ ἐγένοντο Ἀρίστιππος ὁ Σωκρατικὸς καὶ τούτου θυγάτηρ Ἀρήτη καὶ ταύτης υἱὸς Ἀρίστιππος ὁ μητροδίδακτος καὶ Καλλίμαχος καὶ Ἐρατοσθένης καὶ Καρνεάδης ὁ Ἀκαδημαῖκὸς καὶ Ἀπολλώνιος. Ὅτι ἡ Κυρηναῖκὴ χώρα πᾶσα ἀντιπαρήκει τῇ Κρήτῃ νήσῳ κατὰ μῆκος παράλληλος. Στράβωνος γεωγραφικ ῆς χρηστομαθείας βίδλοι ιζ΄.