Ancient Greek · ~2 min
65 to 67
Strabo, Strabonis Geographiae Chrestomathia 65-67
Not analysed yet
Ὅτι ὑπὸ ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου, παρὰ σὸν Πηνειὸν ποταμὸν, Γυρτών ἐττι, πόλις Περραιβικὴ καὶ Μαγνῆτις, ἐν ᾗ Περίθους τε καὶ Ἰξίων ἦρξαν. Ἀπέχει δʼ ἡ Γυρτὼν τῆς Τύρρηνος πόλεως Κραννών· καί φασιν, ὅταν εἴπῃ ὁ ποιητὴς «τὼ μέν ἄρʼ ἐκ Θρῄκης »,Ἐφύρους μὲν λέγεσθαι τοὺς Κραννωνίους, Φλεγύας δὲ τοὺς Γυρτωνίους. Ὅτι τὸ Δῖον ἡ πόλις οὐκ ἐν τῷ αἰγταλῷ τοῦ Θερμαίου κόλπου ἐστὶν ἐν ταῖς ὑπωρείαις τοῦ Ὀλύμπου, ἀλλʼ ὅσον ζ΄ ἀπέχει σταδίους· ἔχει δʼ ἡ πόλις τὸ Δῖον κώμην πλησίον Πίμπλειαν, ἔνθα Ὀρφεὺς διέτριβεν. Ὅτι τὸ παλαιὸν οἱ μάντεις καὶ μουσικὴν εἰργάζοντο.