Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ Ζ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 68
Not analysed yet
Ὅτι μετὰ τὸ Δῖον πόλιν ὁ Ἁλιάκμων ποταμός ἐστιν, ἐκβάλλων εἰς τὸν Θερμαῖον κόλπον· καὶ τὸ ἀπὸ τούτου, ἡ πρὸς βορρᾶν τοῦ κόλπου παραλία, Πιερία καλεῖται ἕως τοῦ Ἀξιοῦ ποταμοῦ, ἐν ᾗ καὶ πόλις Πύδνα, ἣ νῦν Κίτρον καλεῖται· εἷτα Μεθώνη καὶ Ἄλωρος πόλεις· εἶτα Ἐρίγων καὶ Λουδίας ποταμοί. Ἄπὸ δὲ Λουδίου εἰς Πέλλαν πόλιν ἀνάπλους στάδια ρκ'. Ἀπέχει δʼ ἡ Μμθώνη τῆς μὲν Πύδνης στάδια μ΄, τῆς Ἀλώρου δὲ ο΄ στέδια. Ἡ μὲν οὖν Πύδνα Πιερική ἐστι πόλις, ἡ δὲ Ἄλωρος Βοτταϊκή. Ἐν μὲν οὖν τῷ πρὸ τῆς Πύδνης πεδίῳ Ῥωμαῖcι Περσέα καταπολεμήσαντες καθεῖλον τὴν τῶν Μακεδόνων βασιλείαν. Ἐν δὲ τῷ πρὸ τῆς Μεθώνης πεδίῳ γενέσθαι συνέβνη Φιλίππῳ τῷ Ἀμύντου τὴν ἐκκοπὴν τοῦ δεξιοῦ ὀφθαλμοῦ καταπελτικῷ βέλει κατὰ τὴν πολιορκίαν τῆς πόλεως.