Ancient Greek · ~1 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΟΝ ΒΙΒΛΙΟΓ Δ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 7-3
Not analysed yet
Ὅτι μεταξὺ Νάρβωνος καὶ· τοῦ Ἀφροδισίου ἔκρου ἐκ τῆς Πυρήνης ῥεῖ ποταμὸς ὁ Ῥουσκίνων· οὗ πλησίον λίμνη καὶ χωρίον ὕφυδρον, μικρὸν ὑπέρ θαλάττης, ἁλυκίδων μεστὸν, τὸ τοὺς ὀρυκτοὺς κεστρεῖς ἔχον. Δύο γὰρ ἢ τρεῖς ὀρύξαντι πόδας καὶ καθέντι τρίαιναν εἰς ὕδωρ ἰλυῶδες, ἔστι περιπεῖραι τὸν ἰχθὺν, ἀξιόλογον τὸ μέγεθος. Τρέφεται δ᾿ ὑπὸ τῆς ἰλύος, καθάπερ αἱ ἐγχέλυες. ·