Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΟΝ ΒΙΒΛΙΟΓ Δ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 8-2
Not analysed yet
Ὅτι μεταξὺ Μασσαλίας καὶ τῶν Ῥοδανοῦ ἐκβολῶν ποταμοῦ ἐστι πεδίον διέχον τῆς θαλάσσης στάδια ρ΄· τοσοῦτον δὲ καὶ τὸ διάμετρον, κυκλοτερὲς τὸ σχῆμα· καλεῖται δὲ λιθῶδες ἀπὸ τοῦ συμβεβηκότος· μεστὸν γάρ ἐστι λίθων χειροπληθῶν, ὑποπεφυκυῖαν ἐχόντων αὐτοῖς ἄγρωστιν, ἀφ᾿ ἧς ἄφθονοι νομαὶ βοσκήμασίν εἰσιν· ἐν μέσῳ δ᾿ ὕδατα καὶ ἁλυκίδες συνίστανται καὶ ἅλες. Ἀριστοτέλης μέν οὖν φησιν ὑπὸ σεισμῶν, τῶν καλουμένων βραστῶν, ἐκπεσόντας τοὺς λίθους εἰς τήν ἐπιφάνειαν, συνολισθεῖν εἰς τὰ κοῖλα τῶν χωρίων. Ποσειδώνιος δὲ λίμνην οὖσαν παγῆναι μετὰ κλυδασμοῦ, καὶ διὰ τοῦτο εἰς πλείους μερισθῆναι λίθους, καθάπερ τοὺς ποταμίους κάχληκας καὶ τὰς ψήφους τὰς αἰγιαλίτιδας. Καὶ ἔστιν ἑκάτερος τῶν λόγων πιθανός· ἀνάγκη γὰρ τοὺς οὕτως συνεστῶτας λίθους (οὐ καθ᾿ αὐτοὺς,) ἢ ἐξ ὑγροῦ παγέντας μεταβαλεῖν, ἐκ πετρῶν μεγάλων ῥήγματα συνεχῆ λαβουσῶν ἀποκριθῆναι.