Ancient Greek · ~7 min
77 to 87
Strabo, Strabonis Geographiae Chrestomathia 77-87
Not analysed yet
Ὅτι πλεῖστα μέταλλά ἐστι χρυσοῦ ἐν ταῖς Κρηνίσιν, ὅπου νῦν οἱ ίλιπτποι πόλις ἵδρυται, πλησίον τοῦ Παγγαίου ὀρους· καὶ αὐτὸ δὲ τὸ Παγγαῖον ὄρος χρυσεῖα καὶ ἀργυρεῖα ἔχει μέταλλα καὶ ἡ πέραν καὶ ἡ ἐνΐὸς τοῦ Στρυμόνος ποταμοῦ μέχρι Παιονίας. Φασὶ δὲ καὶ τοὺς τὴν Παιονίαν γῆν ἀροῦντας εὑρίσκειν χρυσοῦ τινα μόρια. Ὅτι ὁ Στρσμὼν ποταμὸς ἄρχεται ἐκ τῶν περὶ τὴν Ῥοδόπην Ἀγριάνων. Ὁτι ὁ παρʼ Ὁμήρῳ Ἀστεροπαῖος, υἱὸς Πηλεγόνος, ἐκ Παιονίας ὢν τῆς ἐν Μακεδονία ἱστορεῖται· διὸ καὶ Πηλεγόνος υἱός· οἱ γὰρ Παίονες Πελαγόνες ἐκαλοῦντο. Ὅτι ἡ νῦν Φίλιπποι πόλις Κρηνίδες ἐκαλοῦντο τὸ παλαιόν. Ὅτι Σίντοι, ἔθνος Θρᾳκικὸν, κατῴκει τὴν Λῆμνον νῆσον· ὅθεν Ὅμηρος Σίντιας αὐτοὺς καλεῖ, λέγων· «ἔνθα με Σίντιες ἄνδρες ». Ὅτι μετὰ τὸν Νέστον ποταμὸν πρὸς ἀνατολὰς Ἄβδηρα πόλις, ἐπώνυμος Ἀβδήρου, ὃν οἱ τοῦ Διοαήδους ἵπποι ἔφαγον· εἶτα Δίκαια πόλις πλησίον, ἧς ὑπέρκειται λίμνη μεγάλη ἡ Βιστονίς· εἶτα πόλις Μαρώνεια. Ὅτι ὁ τῦν ποταμὸς Ῥιγινία ἐν Θρᾴκῃ καλούμενος Ἐρίγων ἦν καλούμενος. Ὅτι τὴν Σαμοθρᾴκην Ἰασίων καὶ Δάρδανος ἀδελφοὶ ᾤκουν· κεραυνωθέντος δὲ Ἰασίωνος διὰ τὴν εἰς Δήμητρα ἁμαρτίαν, ὁ Δάρδανος ἀπάρας ἐκ Σαμοθρᾴκης, ἐλθὼν ᾤκησεν ἐν τῇ ὑπωρείᾳ τῆς Ἴδης, τὴν πόλιν Δαρδανίαν καλέσας, καὶ ἐδίδαξε τοὺς Τρῶας τὰ ἐν Σαμοθρᾴκῃ μυστήρια· ἐκαλεῖτο δὲ ἡ Σαμοθρᾴκῃ Σάμος πρίν. Ὅτι ἡ ἐν Θρᾴκῃ Χερρόνησος γ ποιεῖθαλάσσας, Προποντίδα ἐκ βορρᾶ, Ἑλλήσπον τον ἐκ ἀνατολῶν, καὶ τὸν Μέλανα κόλπον ἐκ νότου· ὅπου καὶ ὁ Μέλας ποταμὸς βάλλει, ὁμώνυμος τῷ κόλπῳ. Ὅτι ἐν τῷ ἰσθμῷ τῆς Χερεονήσου γ΄ πόλεις κεῖνται· πρὸς μὲν τῷ Μέλανι κόλπῳ Καρδία, πρὸς δὲ τῆ Προποντίδι Πακτύη, πρὸς δὲ τῇ μεσογεία Λυσιμάχεια· μῆκος τοῦ ἰσθμοῦ στάδια μ΄. Ὅτι ἡ πόλις ὁ Ἐλεοῦς ἀρσενικῶς λέγεται· τάχα δὲ καὶ ὁ Τραπεζοῦς.