Ancient Greek · ~3 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Η.
Strabo, Strabonis Geographiae Chrestomathia 1-8
Not analysed yet
Ὅτι ἡ ἅπασα Ἑλλὰς χερρονήσοις ὁρίζεται· ὧν πρώτη ἡ Πελοπόννησος, ἱσθμῷ κλεισμένη μ΄ σταδίων· δευτέρα δὲ ἡ καὶ ταύτην περιέχουσα, ἧς ἰσθμός ἐστιν ὁ ἐκ Παγῶν τῶν Μεγαρικῶν εἰς Νίσαιαν, τὸ Μεγαρέων ἐπίνειον, ὑπερβολῇ σταδίων ρκ΄ ἀπὸ θαλάττης τῆς Κορινθίας ἐπὶ θάλατταν τὴν Σαρωνικήν· τρίτη δʼ ἡ καὶ ταύτην περιέχουσα, ἀπὸ τοῦ μυχοῦ τοῦ Κρισαίου κόλπου μέχρι Θερμοπυλῶν· ἡ ἐπινοουμένη εὐθεῖα γραμμὴ ὅσον φη΄ σταδίων, τὴν μὲν Βοιωτίαν ἅπασαν ἐντὸς ἀπολαμβάνουσα, τὴν δὲ Φωκίδα τέμνουσα λοξὴν καὶ τοὺς Ἐπικνημιδίους Λοκρούς· τετάρτη δʼ ἡ ἀπὸ τοῦ Ἀμπρακικοῦ κόλπου διὰ τῆς Οἴτης καὶ τῆς Τραχινίας εἰς τὸν Μαλιακὸν κόλπον καθήκοντα ἔχουσα τὸν ἰσθμὸν καὶ τὰς Θερμοπύλας, ὅσον ω΄ ὄντα σταδίων. Πλειόνων δὲ ἢ α ἄλλος ἐστὶν, ἀπὸ τοῦ αὐτοῦ κόλπου τοῦ Ἀμπρακικοῦ διὰ Θετταλῶν καὶ Μακεδόνων εἰς τὸν Θερμαῖον διήκων μυχόν.