Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 8-3
Not analysed yet
Ὅτι ἐγγὺς τοῦ Λαύου πρὸς νότον ἡ Τέμεσά ἐστι πόλις, ἡ ὕστερον Τέμψα κληθεῖσα· ᾖς καὶ Ὅμηρος μέμνηται. Καί εἰσι καὶ χαλκουργεῖα ἐκεῖ ἐκλελοιπότα· καὶ ἡρῷον ἐκεῖ Πολίτου, τῶν Ὀδυσσέως ἑταίρων ἑνὸς, δολοφονηθέντος ὑπὸ τῶν ἐγχωρίων καὶ μηνίσαντος κατʼ αὐτῶν χαλεπῶς οὕτως, ὡς καὶ δασμο φορεῖν αὐτοὺς ὅσα ἔτη· καὶ παροιμίαν ἐπʼ αὐτῷ γενέσθαι· «Μηδεὶς τὸν ἥρωα τὸν ἐν Τεμέσῃ. »Λέγεται δέ καὶ Ταμάση διὰ τοῦ α. Τινὲς δʼ οὐ ταύτης φασὶ τὸν Ὅμηρον μεμνῆσθαι.