Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩ ΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΥ ς΄
Strabo, Strabonis Geographiae Chrestomathia 9-2
Not analysed yet
Ὅτι μετὰ τὴν Τέμψαν Κοσεντία ἐστὶ μητρόπολις Βρεττίων· καὶ μετʼ αὐτὴν Πανδοσία, φρούριον ὀχυρὸν τρικόρυφον, Ἀχέροντι ποταμῷ περιρρεόμενον· ἔνθα ὁ Μολοττὸς Ἀλέξανδρος διεφθάρη, ἐξαπατηθεὶς ὑπὸ τοῦ ἐκ Δωδώνης χρησμοῦ, κελεύοντος φυλάττεσθαι Πανδοσίαν καὶ Ἀχέροντα· ἦσαν δὲ ἄρα καὶ περὶ Θεσπρωτίαν Πανδοσία καὶ Ἀχέρων. Ἐξηπάτησε δὲ καὶ ἄλλο λόγιον· «Πανδοσία τρικόλωνε, πολύν ποτε λαὸν ὀλέσσεις· »ἄδηλον ὄν, πότερον οἰκεῖον ἢ ὀθνεῖον.