Ancient Greek · ~2 min
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΑΙΟΥ Θ΄.
Strabo, Strabonis Geographiae Chrestomathia 8-5
Not analysed yet
Ὅτι, πολέμου ὄντος Βοιωτοῖς καὶ Πελασγοῖς, ἦλθον θεωροὶ ἐξ ἀμφοῖν εἰς Δωδώνην· ἀνελούσης δὲ τῆς προφήτιδος, ὅτι τὸν μὲν τῶν Πελασγῶν οὐχ εὗρε τὸν χρησμὸν, τὸν δὲ Βοιωτῶν εἰπούσης, ὅτι δεῖ αὐτοὺς ἀσεβήσαντας πράξειν, ὑποτοπήσαντες οἱ Βοιωτοὶ κατὰ τὸ τῶν Πελασγῶν συγγενὲς κακουργῆσαι τὴν πρόμαντιν, ἁρπάσαντες διεχρήσαντο τὴν ἄνθρωπον καὶ εἰς πῦρ ἔβαλον, δικαιοῦντες, ὅτι, εἰ μὲν παρέχρησεν, ἔχει τὴν δίκην, εἰ δὲ ἀληθῶς ἐλεξιν, καὶ οὕτως ἀσεβῆσαι αὐτοὺς ἔδει. Ἀνθʼ ὧν ἐχρήσθη αὐτοῖς, κατʼ ἐνιαυτὸν κλέπτοντας ἔνα τῶν παρʼ αὐτοῖς τριπόδων ἀποκομίζειν εἰς Δωδώνην.