Ancient Greek · ~4 min
9 to 13
Strabo, Strabonis Geographiae Chrestomathia 9-7-13
Not analysed yet
Ὅτι ἱστορεῖ Ἀριστοτέλης, γυναῖκα Αἰγυπτίαν ἐπτάδυμα παιδία τετοκέναι· πολυτόκοι γὰρ αἱ τῶν Αἰγυπτίων γυναῖκες. Ὅτι, Ἀλιξάνδρου ἀφικομένου εἰς Τάξιλα, πόλιν Ἰνδῶν, ξενισθέντος ὑπὸ τῶν ἐνοικούντων μεγάλως καὶ μειζόνως αὐτοὺς εὐεργετήσαντος, οἱ Μακεδόνες ἐφθόνησαν φάντες, ὅτι οὐκ εἶχεν Ἀλέξανδρος, ὡς ἔοικεν, οὓς εὐεργετήσει, πρὶν διέβη τὸν Ἰνδόν. Ὅτι οἱ πίθηκοι καὶ οἱ ἐλέφαντες ἀνθρωπόνουν ἐστὶ ζῷον· καὶ σημεῖον τούτου αἱ ἐν πολέμῳ σὺν τάξει προσβολαὶ ἑκατέρων. Ὅτι οἱ πίθηκοι ὑπὸ Ἰνδῶν ἁλίσκονται οὕτως· θέντες ὕδωρ πρὸ αὐτῶν ἀπονίπτονται τὸ πρόσωπον καὶ πλησίον ἕτερον τρυβλίον ἔχον ἰξὸν, ἀπονιψάμενοι δὲ ὑποχωροῦσιν· οἱ δὲ πίθηκοι, καθήμενοι μετέωροι ἐπὶ δένδρου, καταβάντες μιμοῦνται καὶ οὕτως ἀπονιπτόμενοι τοῦ ἰξοῦ ἁλίσκονται. Καὶ ἑτέρως πάλιν· θυλάκους ὑποδοῦνται κενοὺς καὶ ὑποχωροῦσι, πλησίον ἀφέντες ἑτέρους δασεῖς, ἰξῷ κεχρισμένους οἱ δὲ μιμησάμενοι ἁλίσκονται. Ὅτι τινὲς τῶν Ἰνδῶν τοῖς τεθνηκόσι συγκατακαίουσι τὰς γαμετὰς, ἵνα μὴ προφάσει μοιχείας ἐρῶσαι ἄλλων, φαρμακεύοιεν αὐτοὺς τοὺς γαμέτας.