Ancient Greek · ~4 min
9 to 17
Strabo, Strabonis Geographiae Chrestomathia 9-8-17
Not analysed yet
Ὅτι λέγεται καὶ ὁ ἅφθας καὶ ἦ ἅφθα καὶ ἡ νάφθα καὶ τὸ νάφθα. Ὅτι ἡ Ἀδιαβηνὴ τῆς Βαβυλωνίας ἐστὶ μέρος καὶ ἐπαρχία. Ὅτι ὁ Τίγρις διαρρεῖ τὴν Θωνῖτιν λίμνην κατὰ πλάτος μέσην, καὶ διεκπεράσας ἐπὶ θάτερον χεῖλος κατὰ γῆς δύεται μετὰ ψόφου πολλοῦ, ἐπὶ πολύ τ᾿ ἐνεχθεὶς ἀφανὴς ἀνίσχει τῆς Γορδυαίας ἐγγύς. Ὅτι τοσοῦτόν ἐστιν ὀξὺς ὁ Τίγρις, ὥστε, τῆς λίμνης τῆς Θωπίτιδος ἁλμυρᾶς οὕσης καὶ ἰχθύων χωρὶς, οὐκ ἐπιμίγνυται αὐτῇ. Ὅτι ἀπὸ Θαψάκου ἕως Βαβυλῶνος στάδιοι δω΄. Ὅτι ἀπὸ τοῦ κατὰ Κομμαγηνὴν ζεύγματος, ᾗπέρ ἐστι πόλις Σαμόσατα καὶ ἔστιν ἀρχή τῆς Μεσοποταμίας, στάδιοι β ἕως Θαψάκου. Ὅτι ἡ μὲν Θάψακος τῆς Ἀραβίας ἐστὶ πόλις, ἡ δὲ Νικηφόριον τῆς Μεσοποταμίας· καὶ ἀπέχουσιν ἀλλήλων αἱ πόλεις σταδίους ρ΄. Ὅτι ἡ Μεσοποταμία φέρει τὸν ἅφθαν καὶ τὴν γαγγῖτιν λίθον. Ὅτι μεταξὺ Εὐφράτου καὶ Τίγριδος ῥεῖ καὶ ἄλλος ποταμὸς Βασίλειος καλούμενος· καὶ περὶ τὴν Ἀνθεμουσίαν ἄλλος Ἀβόρας ποταμός.