Ancient Greek · ~2 min
1.1 to 1.9
Suda, Suidae lexicon 1.1-9
Not analysed yet
1 Βαάλ. 2 Βαβακατρεῦ: βάρβαρόϲ ἐϲτι φωνή· ϲυγκατατίθεται δὲ ὁ βάρβαροϲ θεόϲ. αἱ γὰρ ἄϲημοι φωναὶ ἀντὶ ϲυγκαταθέϲεώϲ εἰϲιν. 3 Βαβάκινοϲ: εἶδοϲ χύτραϲ. 4 Βαβάκτηϲ: ὁ ὀργιϲτήϲ. 5 Βαβαί: θαυμαϲτικὴ φωνή. 6 Βαβαὶ Μύξοϲ: ἐπὶ τῶν κομπαζόντων καὶ μεγαλαυχούντων. Μύξοϲ γὰρ ἐγένετο τῆϲ Ἀρτέμιδοϲ ἱερεύϲ, ἀϲτεῖόϲ τιϲ καὶ μεγάλαυχοϲ. 7 Βαβρίαϲ ἢ Βάβριοϲ· Μύθουϲ ἤτοι Μυθιάμβουϲ. εἰϲὶ γὰρ διὰ χωλιάμβων ἐν βιβλίοιϲ ι΄. οὗτοϲ ἐκ τῶν Αἰϲωπείων μύθων μετέβαλεν ἀπὸ τῆϲ αὐτῶν λογοποιΐαϲ εἰϲ ἔμμετρα, ἤγουν τοὺϲ χωλιάμβουϲ. 8 Βαβοῦϲ: ὄνομα κύριον. 9 Βαβύλαϲ: πηλόϲ. βάθρον. βῆμα.