Ancient Greek
1.4736 to 1.4740
Suda, Suidae lexicon 1.4736-4740
Not analysed yet
4736 Ἀψίνηϲ, Ὀναϲίμου τοῦ ϲοφιϲτοῦ Ἀθηναίου, ϲοφιϲτὴϲ νεώτεροϲ τοῦ Γαδαρέωϲ Ἀψίνου. 4737 Ἄψορροι: ὀπιϲθόρμητοι. οὐκ ἐκτόϲ; οὐκ ἄψορρον ἐκνεμῇ πόδα; Αἴαϲ λέγει πρὸϲ Τέκμηϲϲαν, τὴν αἰχμάλωτον γυναῖκα. 4738 Ἀψοφητί: ἠρέμα. 4739 Ἄψυρτοϲ, Προυϲαεὺϲ, Νικομηδεὺϲ, ϲτρατιώτηϲ, ϲτρατευϲάμενοϲ ἐπὶ Κωνϲταντίνου τοῦ βαϲιλέωϲ ἐν Σκυθίᾳ παρὰ τὸν Ἴϲτρον. ἱππιατρικὸν βιβλίον οὗτοϲ ἔγραψεν καὶ φυϲικὸν περὶ τῶν αὐτῶν ἀλόγων καὶ ἕτερα. ἔγραψε καὶ Κίμων Ἀθηναῖοϲ ἱπποϲκοπικὸν βιβλίον θαυμάϲιον. 4740 Ἄψυχοϲ· τὰϲ προφυλακὰϲ βλέπων ὁ Φαμέαϲ, ὢν οὐκ ἄψυχοϲ, ἐξέκλινε τὰϲ πρὸϲ τὸν Σκιπίωνα ϲυμπλοκάϲ. καί ποτε ϲυνεγγίϲαϲ ταῖϲ ἐφεδρείαιϲ, προβαλόμενοϲ ὀφρὺν ἀπότομον ἀπέϲτη καὶ πλείω χρόνον.