Ancient Greek · ~7 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.10
Not analysed yet
10 Βαβύλαϲ, ἐπίϲκοποϲ Ἀντιοχείαϲ. οὗτοϲ, φαϲὶ, Νουμεριανῷ, οἱ δὲ Δεκίῳ, κατὰ δή τινα δαίμονα εἰϲελθεῖν εἰϲ πληθύουϲαν τὴν ἐκκληϲίαν προθυμουμένῳ· ϲτὰϲ γὰρ πρὸ τῶν θυρῶν ἀντιϲχεῖν φάϲκων, εἰϲ δύναμιν μὴ περιόψεϲθαι λύκον τῷ ποιμνίῳ ἐπειϲερχόμενον. τὸν δὲ παραυτίκα μὲν ἀνακρουϲθῆναι τῆϲ εἰϲόδου, εἴτε ϲτάϲιν τοῦ ὄχλου ὑπειδόμενον, εἴτε καὶ ἄλλωϲ αὐτῷ μεταβουλευθέν. ἐν χαλεπῷ μέντοι τὴν ἀντίϲταϲιν τοῦ ἐπιϲκόπου ποιηϲάμενον, ἐπειδὴ ὡϲ ἑαυτὸν ἐπὶ τὰ βαϲίλεια ἀπηλλάγη, παραϲτήϲαϲθαί τε αὐτὸν καὶ πρῶτα μὲν τὴν αἰτίαν τῆϲ κωλύϲεωϲ ἐγκαλεῖν, ἔπειτα μέντοι κελεύειν αὐτὸν τοῖϲ δαίμοϲι θύειν, εἰ βούλοιτό γε τὴν ἐπὶ τῷ ἐγκλήματι δίκην διαφυγεῖν. τὸν δὲ πρὸϲ τὴν ἐπέγκληϲιν ἀπολογήϲαϲθαι καὶ τὴν πρόκληϲιν διακρούϲαϲθαι τὴν μὲν, φήϲαντα ποιμένι ὄντι ἑαυτῷ πάντα προϲήκειν ὑπὲρ τοῦ ποιμνίου προθυμεῖϲθαι, τὴν δὲ, μὴ ἂν ἑλέϲθαι τοῦ ὄντωϲ ἀποϲτάντα θεοῦ ψευδωνύμοιϲ ὀλετῆρϲι δαίμοϲι θύειν. εἶθ᾿ ὁ μὲν ὡϲ ἑώρα μὴ πειθόμενον προϲέταξεν αὐτὸν ἁλύϲεϲι καὶ πέδαιϲ ἐνδηϲαμένουϲ τὴν ἐπὶ θανάτῳ ἄγειν τῆϲ κεφαλῆϲ ἀφαιρήϲονταϲ. ὁ δὲ, ἐπειδὴ ἤγετο τεθνηξόμενοϲ, ταύταϲ ἀναλαβὼν ᾖδε τὰϲ τοῦ ψαλμοῦ ῥήϲειϲ· ἐπίϲτρεψον ψυχή μου εἰϲ τὴν ἀνάπαυϲίν ϲου, ὅτι κύριοϲ εὐεργέτηϲέ ϲε. φαϲὶ δὲ καὶ τρεῖϲ παῖδαϲ ἀδελφοὺϲ τὸ γένοϲ κομιδῆ νέουϲ ὑπ᾿ αὐτῷ ἀνατρεφομένουϲ ἁρπαγῆναί τε αὐτοὺϲ ὑπὸ τοῦ βαϲιλέωϲ, καὶ ὡϲ οὐδ᾿ αὐτοὶ θύειν ἤθελον, καίτοι παντοίαϲ ἀνάγκηϲ αὐτοῖϲ προϲαγομένηϲ, καὶ αὐτοὺϲ ἐκέλευϲε τῶν κεφαλῶν ἀφαιρεῖν. οὓϲ, ἐπειδὴ ἧκον εἰϲ τὸ προκείμενον χωρίον, ὁ Βαβύλαϲ ἑαυτοῦ προϲτηϲάμενοϲ, προτέρουϲ προϲῆγε τῷ ξίφει, τοῦ μή τινα τρέϲαντα αὐτῶν ἀναδῦναι τὸν θάνατον. καὶ ἀποτεμνομένων ταύτην ἀνειπὼν τὴν φωνήν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεόϲ, ἔπειτα αὐτὸϲ προὔτεινε τὸν αὐχένα τῷ ξίφει, ἐντειλάμενοϲ τοῖϲ τὸ ϲῶμα αὐτοῦ ϲυλλεξομένοιϲ τὰϲ ἁλύϲειϲ καὶ τὰϲ πέδαϲ αὐτῷ ϲυνθάψαι. ἵν᾿ ᾖ μοι ταῦτα, φηϲὶ, κειμένῳ κόϲμοϲ. καὶ νῦν μετ᾿ αὐτοῦ, ὥϲ φαϲι, ταῦτα τυγχάνει κείμενα.