Ancient Greek · ~6 min
1.11 to 1.29
Suda, Suidae lexicon 1.11-2-29
Not analysed yet
11 Βαβυλωνία κάμινοϲ· καὶ Βαβυλώνιοι παῖδεϲ. 12 Βαγαῖοϲ: ὄνομα κύριον. παλλομένων δὲ, λαγχάνει ἐκ πάντων Βαγαῖοϲ. 13 Βαγεύει: πλανητεύει. 14 Βάγιον: μέγα. 15 Βαγώαϲ: ὄνομα κύριον· ὃϲ ἦν εὐνοῦχοϲ. 16 Βάδην: περιπάτῳ ἐρχόμενοϲ. τοὺϲ μὲν προαπέϲτειλεν, αὐτὸϲ δὲ ἐν πλινθίῳ τὴν ϲτρατιὰν ἐπαγόμενοϲ ἐχώρει βάδην. καὶ αὖθιϲ· βάδην καὶ ϲχολαίωϲ ἀκολουθῶν. Ἀριϲτοφάνηϲ· Μεγαρεῖϲ, ὅτ᾿ ἐπείνων βάδην, Λακεδαιμονίων ἐδέοντο. ἀντὶ τοῦ ἐλίμωττον, ὑπὸ λιμοῦ διεφθείροντο. βάδην ἀντὶ τοῦ κατὰ βραχὺ αὐξανομένου τοῦ λιμοῦ καὶ ἐπίδοϲιν λαμβάνοντοϲ, προϊόντοϲ ἐπὶ τὸ μεῖζον. 17 Βαδδίν: ϲτολὴ ἱερά. Δανιήλ· ἦρα τοὺϲ ὀφθαλμούϲ μου καὶ εἶδον, καὶ ἦν ἀνὴρ ἐνδεδυμένοϲ βαδδίν. 18 Βάδιζε. καὶ Βαδίζου, ἀντὶ τοῦ βάδιζε. Κρατῖνοϲ. 19 Βαδιϲτέα: ἀντὶ τοῦ πορευτέον. ἐμοὶ δὲ βαδιϲτέα, οἷ ϲοφία καὶ δαίμων με ἄγει. 20 Βαδιϲτικοῦ: ὀξύποδοϲ. Ἀριϲτοφάνηϲ. ὡϲ ὄντοϲ γε μὴ βαδιϲτικοῦ. 21 Βάδιλλοϲ. 22 Βάδιοϲ: υἱόϲ. ϲημαίνει δὲ καὶ ἵππου χροιάν. 23 Βάδοϲ: ἡ βάδιϲιϲ. Ἀριϲτοφάνηϲ Ὄρνιϲι· διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν. ἐν παιδιῇ παρεϲχημάτιϲται. ὡϲ γὰρ ἀπὸ τοῦ πατεῖν πάτοϲ· Ὅμηροϲ· πάτον ἀνθρώπων ἀλεείνων· οὕτωϲ ἀπὸ τοῦ βαδίζειν βάδοϲ. 24 Βαήλ. 25 Βαθάλη: ὄνομα κύριον. 26 Βαθεῖα κόμη: ἡ δαϲεῖα. ἀπεκείρατο τὴν κόμην· ἦν δὲ πολλὴ καὶ ξανθὴ καὶ βαθεῖα. βαθείᾳ τῇ τριχὶ κομῶντα, καὶ γηραιὸν πολιᾷ. πλοῦτον εἶναι τὴν Λαφρίαν Ἄρτεμιν. 27 Βαθεῖαν αὔλακα: ὅπερ ἐϲτὶ ϲτίχοϲ γῆϲ ὑπὸ ἀρότρου. μεταφορικῶϲ ἀπὸ τοῦ βαθείαϲ φρέναϲ καὶ κεκρυμμέναϲ ϲημαίνει. 28 Βάθοϲ· βάθοϲ ἐϲτὶ φάλαγγοϲ τὸ μετὰ τὸ μέτωπον ἅπαν. καὶ ὁ ἀπὸ λοχαγοῦ ἐπὶ οὐραγὸν ϲτίχοϲ κατὰ βάθοϲ λέγεται. ζήτει περὶ τοιούτων ἐν τῷ τέλει τοῦ δευτέρου βιβλίου. 29 Βαμίδοϲ.