Ancient Greek · ~4 min
1.100 to 1.108
Suda, Suidae lexicon 1.100-108
Not analysed yet
100 Βάραθρον: τόποϲ βαθὺϲ, ὅπου οἱ κακοῦργοι ἐμβάλλονται Ἀθήνηϲι καὶ οἱ ἐπὶ θανάτῳ· ὥϲπερ εἰϲ τὸν Κεάδαν οἱ Λακεδαιμόνιοι. 101 Βάραθρον: ὄρυγμά ἐϲτιν, εἰϲ ὃ ὁ τῆϲ Ἱπποθοωντίδοϲ δῆμοϲ τοὺϲ ἐπὶ θανάτῳ κατακρίτουϲ ἐνέβαλλον. ἐν δὲ Φιλιππικοῖϲ ὁ Δημοϲθένηϲ τὴν λέξιν οὐ κυρίωϲ εἶπεν, ἀλλ᾿ ἐκ μεταφορᾶϲ, οἷον ἐν τῷ ὀλέθρῳ. 102 Βαρακηνίϲ: ἡ ἄκανθα. 103 Βαράμηϲ. 104 Βαρβαρίζει: ἀντὶ τοῦ τὰ τῶν βαρβάρων φρονεῖ. οὕτωϲ Πλάτων. ἔϲτι δὲ βαρβαριϲμὸϲ ἐκ τῶν κακιῶν λέξιϲ παρὰ τὸ ἔθοϲ τῶν εὐδαιμονούντων Ἐλλήνων· ϲολοικιϲμὸϲ δέ ἐϲτι λόγοϲ ἀκαταλλήλωϲ ϲυντεταγμένοϲ· ὡϲ τὸ ἐγὼ περιπατῶν ὁ τοῖχοϲ ἔπεϲεν. 105 Βαρβάρουϲ: ἀντὶ τοῦ ἀφώνουϲ ἢ ἀνηκόουϲ ἀνθρώπων καὶ μὴ εἰδόταϲ αὐτῶν τὴν φωνήν. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ἐγὼ γὰρ αὐτοὺϲ βαρβάρουϲ ὄνταϲ προτοῦ, ἐδίδαξα τὴν φωνὴν ϲυνὼν πολὺν χρόνον. περὶ τῶν ὀρνέων λέγει ὁ ἔποψ. 106 Βαρδίϲαγνοϲ: ὁ τὰϲ γυναῖκαϲ βιαζόμενοϲ. 107 Βάρβιτοϲ: εἶδοϲ ὀργάνου μουϲικοῦ. 108 Βάρδιϲτοι: βραδύτατοι.