Ancient Greek · ~3 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.109
Not analysed yet
109 Βάρβιοϲ, Φιλιππικόϲ· οὗτοϲ ἐπὶ τῶν τριῶν τυράννων ἦρχε. θέραψ δὲ ἦν τὸν τρόπον καὶ κολακικὸϲ, καὶ μέντοι καὶ τῷ περὶ τὸν Ἀντώνιον θιάϲῳ κατείλεκτο· καὶ ταύτην γε τὴν ἀρχὴν ἦρχε τὴν ἐκείνου χάριν. τοῦτόν τε οὖν τὸν τότε ϲοβαρὸν καὶ πορφυροῦν τῇ τιμῇ καὶ ἐν ἀγορᾷ τῇ Ῥωμαίων ὑψηλὸν διάγοντα καὶ δικάζοντα ὁ δεϲπότηϲ ἀνέγνω ἐλθὼν πρότερον μὲν ἀποδράντα, ἐν ἐκείνῳ δ᾿ οὖν τοῦ καιροῦ πομπεύοντα ἁβρὸν καὶ κυδρούμενον καὶ ϲὺν τῇ ἀρχῇ θρυπτόμενον. καὶ προϲελθὼν ἡϲυχῇ κατόπιν θοιματίου λαβόμενοϲ, χαῖρε, εἶπὲ, τὸ ὄνομα προϲθεὶϲ τὸ ἀρχαῖόν τε καὶ δοῦλον. καὶ ἐκεῖνοϲ ἐκπλήττεται ῥᾳδίωϲ τὸν δεϲπότην γνωρίϲαϲ καὶ δεῖται ϲιωπᾶν καὶ ἐϲ τὰ οἰκεῖα ἄγει, καὶ καταβαλὼν πάμπλειϲτα, εἶτα μέντοι ἑαυτὸν ἐλύϲατο. καὶ αἰδοῖ Ἀντωνίου τῇ κηλῖδι τῇδε ϲιγὴ κατεχύθη ἀργυρώνητοϲ. ἔκρινα δὴ καὶ ταύτην τῆϲ τύχηϲ μὴ ϲιγῆϲαι τὴν παιδιάν.