Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.99
Not analysed yet
99 Βάραθρον: χάϲμα τι φρεατῶδεϲ καὶ ϲκοτεινὸν ἐν τῆ Ἀττικῇ, ἐν ᾧ τοὺϲ κακούργουϲ ἔβαλλον· ἐν δὲ τῷ χάϲματι τούτῳ ὑπῆρχον ὄγκινοι, οἱ μὲν ἄνω οἱ δὲ κάτω. ἐνταῦθα τὸν Φρύγα τὸν τῆϲ μητρὸϲ τῶν θεῶν ἐνέβαλον ὡϲ μεμηνότα, ἐπειδὴ προέλεγεν, ὅτι ἔρχεται ἡ μήτηρ εἰϲ ἐπιζήτηϲιν τῆϲ κόρηϲ. ἡ δὲ θεὸϲ ὀργιϲθεῖϲα ἀκαρπίαν ἔπεμψε τῇ χώρᾳ· καὶ γνόντεϲ τὴν αἰτίαν διὰ χρηϲμοῦ τὸ μὲν χάϲμα κατέχωϲαν, τὴν δὲ θεὸν θυϲίαιϲ ἵλαον ἐποίηϲαν.