Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1002
Not analysed yet
1002 Ἀκροθίνια: αἱ τῶν ἐνιαυϲιαίων καρπῶν ἀπαρχαί. ἀκροθίνια δὲ κυρίωϲ καλεῖϲθαι τὰϲ ἀπαρχὰϲ, ἃϲ ἀνατιθέαϲιν οἱ ἐξ ἐμπορίαϲ, παρὰ τὸ ἀπὸ τοῦ θινὸϲ, τουτέϲτι τοῦ αἰγιαλοῦ, ϲεϲῶϲθαι αὐτά. ἄλλοι δὲ τὰ ἀπὸ τῶν πολέμων, παρὰ τὸ ϲίνεϲθαι ἐν τῷ πολέμῳ πολλοὺϲ, τουτέϲτι βλάπτεϲθαι. ἢ τὰ ἄκρα τῶν ϲωρῶν. ἢ τὰ λάφυρα. ὅτι Ἡρακλείδηϲ ὁ Λύκιοϲ ϲοφιϲτὴϲ ἔφη, Νικήτηϲ ὁ κεκαθαρμένοϲ ἀγνοήϲαϲ ἀκροθίνια πυγμαίων κολοϲϲῷ ἐφαρμὸζειν. παροιμία, ἀκροθίνια πυγμαίων κολοϲϲῷ ἐφαρμόζειν ἐπὶ τῶν μάτην κοπιώντων.