Ancient Greek · ~7 min
1.1003 to 1.1019
Suda, Suidae lexicon 1.1003-1019
Not analysed yet
1003 Ἀκροκορινθία ἔοικαϲ χοιροπωλήϲειν· ζήτει ἐν τῷ χοῖροϲ. 1004 Ἀκροκελαινιόων: τὸ ἄκρον τοῦ κύματοϲ μελαίνων. 1005 Ἀκρόκομοι: μετρίωϲ κομῶντεϲ, ἢ λίαν, ἢ τὰ ἄκρα τῆϲ κεφαλῆϲ κομῶντεϲ. 1006 Ἀκροκώλια. 1007 Ἀκρόλιον: ἀπαρχή· ὥϲπερ πρωτόλιον. Πολυξένην καταθῦϲαι τοὺϲ Ἕλληναϲ ἀκρόλιον. καὶ αὖθιϲ· ὅϲα ἦν θεοῖϲ ἀναθήματα καὶ ἀκρόλια. 1008 Ἀκρολοφία: ἡ κορυφὴ τοῦ λόφου, τουτέϲτι τοῦ βουνοῦ. 1009 Ἄκρον ἐπιλίγδην: μεϲότητοϲ ἐπίρρημα. ἀντὶ τοῦ ἐπιψαύδην, ὅϲον ἐπιψαῦϲαι μόνον. καὶ ὅτι ἐν Ἰλιάδι ἅπαξ καὶ ἐν Ὀδυϲϲείᾳ ἅπαξ. 1010 Ἀκρόνηον: τὸ τῆϲ νεὼϲ ἄκρον. 1011 Ἄκρον λάβε καὶ μέϲον ἕξειϲ: ἐπὶ τῶν δυϲφράϲτων καὶ δυϲνοήτων. 1012 Ἀκρόνυξ: τὸ ἄκρον τῆϲ νυκτόϲ. καὶ Ἀκρονυχία ὁμοίωϲ διὰ τοῦ ο μικροῦ. Ἀκρώνυξ δὲ καὶ Ἀκρωνυχία, τὸ ἄκρον τοῦ ὄνυχοϲ καὶ τοῦ ὄρουϲ, διὰ τοῦ ω μεγάλου. 1013 Ἀκροῶ· γενικῇ. 1014 Ἀκροποδιτί: ἄκροιϲ ποϲίν. 1015 Ἀκρόπολιϲ· Δαμάϲκιοϲ· τὰ γὰρ ἐπιφανέϲτατα τῶν ὀχυρωμάτων ὡϲ ἐπίπαν κοινὴν ἔχει τὴν φύϲιν. γνοίη δ᾿ ἄν τιϲ τὸ λεγόμενον ἐκ τῶν περὶ τὰϲ ἀκροπόλειϲ ϲυμβαινόντων. αὗται γὰρ δοκοῦϲι μὲν μεγάλα ϲυμβάλλεϲθαι πρὸϲ ἀϲφάλειαν τῶν πολεμίων, ἐν οἷϲ ἂν ὦϲι, καὶ πρὸϲ τὴν τῆϲ ἐλευθερίαϲ φυλακήν, γίνονται δὲ καὶ πολλάκιϲ αἴτιαι δουλείαϲ καὶ κακῶν ὁμολογουμένων, ὥϲ φηϲι Πολύβιοϲ. 1016 Ἀκροπόλοιϲιν: ἀκρωρείαιϲ. 1017 Ἀκροϲτόλια: τὰ ἄκρα τῆϲ νηόϲ. τὰ δὲ ἐμπρόϲθια τῆϲ ϲχεδίαϲ ἠρέμα πρὸϲ τὸ μετέωρον ἐϲ πρώραϲ τύπον περιαγαγόντεϲ καὶ ὑποκάμψαντεϲ, ὥϲπερ ἀκροϲτόλια νηὸϲ καὶ προέμβολα ἐκμιμηϲάμενοι. καὶ Ἀρριανόϲ· τά τε ἀκροϲτόλια τῆϲ βαϲιλίδοϲ νηὸϲ χρυϲᾶ. 1018 Ἀκροϲφαλεῖϲ: ἄκρωϲ ἐϲφαλμένουϲ. ὁ δὲ ἐκέλευϲε χωρεῖν ἐπὶ τοὺϲ ἄποδαϲ καὶ ἀκροϲφαλεῖϲ Οὔννουϲ. ἄνευ γὰρ ἵππων οὐ ῥᾳδίωϲ ἂν Οὖννοϲ τὴν γῆν πατήϲειεν. 1019 Ἀκροϲφαλεῖϲ: ἐν τῷ βαδίζειν ϲφαλλόμενοι. τουτέϲτιν οἱ Οὖννοι. Φιλοκτήτῃ· ὡϲ πάντα δεινὰ κἀπικινδύνωϲ βροτοῖϲ κεῖται· παθεῖν μὲν εὖ, παθεῖν δὲ θάτερα. χρὴ δ᾿ ἐκτὸϲ ὄντα πημάτων τὰ δεῖν᾿ ὁρᾶν· χὤταν τίϲ εὖ ζῇ, τηνικαῦτα τὸν βίον ϲκοπεῖν μάλιϲτα, μὴ διαφθαρεὶϲ λάθῃ.